Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
ἔνθα τότʼ ἰχθυβόλων θράσος ἔγρεται, ἄγχι δὲ νῆας
 
εὐκώπους ἐλόωσιν ἐπειγομένοισιν ἐρετμοῖς·
 
πολλὴ δὲ σμαραγή, πολλὴ δʼ ἀνὰ πόντον ἀϋτὴ
 
σπερχομένων τέτρηχε καὶ ἀλλήλους ἐς ἄεθλον
 
κεκλομένων· φαίης κεν ἐνύαλιον πόνον ἀνδρῶν 245
 
δέρκεσθαι· τοίη γὰρ ἐνὶ φρεσὶν ἵσταται ἀλκή,
 
τόσσος δὲ φλοῖσβός τε καὶ ἵμερος ἰωχμοῖο.
 
τῶν μέν τις καὶ τῆλε δυσηχέα δοῦπον ἀκούσας
 
αἰπόλος ἤ βαθύμαλλον ἐν ἄγκεσι πῶϋ κομίζων,
 
ἢ δρυτόμος πεύκης ὀλετήρ ἢ θῆρας ἐναίρων 250
 
θαμβήσας πόντου τε καὶ ᾐόνος ἐγγὺς ἱκάνει,
 
στὰς δὲ κατὰ προβλῆτος ὑπερφίαλον πόνον ἀνδρῶν
 
φυλόπιδος βυθίης θηήσατο καὶ τέλος ἄγρης
 
εὐπάγλου· τοὺς δʼ ὑγρὸς Ἄρης ἄσβεστος ὀρίνει.
 
ἔνθʼ ὁ μὲν ἐν παλάμῃσι τανυγλώχινα τρίαιναν 255
 
πάλλει, ὁ δʼ ὀξείης ἀκίδος βέλος, οἱ δὲ φέρουσιν
 
εὐκαμπῆ δρεπάνην, ὁ δέ τις βουπλῆγα τιταίνει
 
ἀμφιτόμον· πᾶσιν δὲ πόνος, πᾶσιν δὲ σιδήρου
 
χεῖρας ἐφοπλίζει βριαρὴ γένυς, ἄγχι δὲ θῆρα
 
βάλλουσʼ, οὐτάζουσι, καταΐγδην ἐλόωντες. 260
← Önceki Kitap 5 · 13 / 34 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme