Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 5

 
ῥηϊδίως ἄκροιο λιλαιομένους ἁλὸς ἀφροῦ.
 
ἀλλʼ ὁπότʼ ἐς δάπεδον πελάσῃ μεμογηότι θυμῷ,
 
στῆ ῥα μέγʼ ἀφριόων, τετιημένος· ὡς δέ τις ἵππος
 
ἱδρῶτʼ ἐξανύσας καματώδεα τέρματος ἄκρου
 
ἀφρῷ ὑφʼ αἱματόεντι γένυν σκολιοῖσι χαλινοῖς 185
 
ἐμπρίει, θερμὸν δὲ διὰ στόμα κίδναται ἆσθμα,
 
ὣς ὁ μέγʼ ἀσθμαίνων ἀμπαύεται, οὐδέ οἱ ἀσκοὶ
 
μίμνειν ἱεμένῳ περ ἐπιτρωπῶσιν ἔνερθεν,
 
αἶψα δʼ ἄνω σπεύδουσι καὶ ἔξαλοι ἀΐσσουσι
 
πνοιῇ ἀειρόμενοι· τῷ δʼ ἵσταται ἄλλος ἄεθλος. 190
 
ἔνθʼ ἤτοι πρῶτον μὲν ἐπαΐσσει γενύεσσι
 
ῥιπὴν μαψιδίην, λελιημένος αὖ ἐρύοντα
 
δέρματʼ ἀμύνεσθαι· τὰ δʼ ἀνίπταται οὐδέ ἑ μίμνει,
 
φεύγει δὲ ζωοῖσιν ἀλευομένοισιν ὁμοῖα·
 
αὐτὰρ ὅ γʼ ἀσχαλόων μυχάτην πάλιν ἵεται ἅλμην, 195
 
πολλὰς δὲ στροφάλιγγας ἑλίσσεται, ἄλλοτʼ ἀνάγκῃ,
 
ἄλλοθʼ ἑκών, ἕλκων τε καὶ ἑλκόμενος παλίνορσος.
 
ὡς δʼ ὅτε δουροτόμοι ξυνὸν πόνον ἀθλεύωσι
 
πρίονος ἐγκονέοντες, ὅτε τρόπιν ἠέ τινʼ ἄλλην
 
χρειὼ πλωτήρεσσιν ἐπισπεύδουσι τελέσσαι, 200
← Önceki Kitap 5 · 10 / 34 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme