Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 4

 
ἀλλήλαις· οὐδέ σφι μεθίεται ἔργον ἔρωτος,
 
εἰσόκεν ἐξερύσωσιν ἐπὶ σκάφος ἀσπαλιῆες·
 
αἱ δʼ ἔτι συμπεφύασι, πόθῳ δʼ ἅμα πότμον ἕλοντο.
 
τὰς μὲν καὶ κύρτοισι παρήπαφον εἴαρος ὥρῃ·
 
κύρτους γάρ σκιάσαντες ὑπὸ πτόρθοισι μυρίκης 165
 
ἢ κομάρου πετάλοισι τεθηλόσιν ἠὲ καὶ ἄλλῃ
 
λάχνῃ, ἐπʼ ἠϊόνεσσι πολυψαμάθοισιν ἔθηκαν·
 
αἱ δʼ ἅμα μὲν γενεῆς κεχρημέναι ἠδὲ καὶ εὐνῆς
 
κύρτον ἔσω σπεύδουσι καὶ ἥμεναι ἐν πετάλοισιν
 
αὐτοῦ μέν παύσαντο πόθου, παύσαντο δὲ δειλῆς 170
 
ζωῆς, ἀγρευτῆρσιν ἀνελκόμεναι πινυτοῖσιν.
 
ἔξοχα δʼ ἐκ πάντων νεπόδων ἀλγεινὸν ἔρωτα
 
κόσσυφος ἀθλεύει, κίχλῃς δʼ ἐπιδαίεται ἦτορ,
 
οἴστρῳ τε ζήλῳ τε, βαρύφρονι δαίμονι, θύων.
 
κοσσύφῳ οὔτʼ εὐνὴ μία σύννομος, οὐ δάμαρ οἴη, 175
 
οὐ θάλαμος, πολλαὶ δʼ ἄλοχοι, πολλαὶ δὲ χαράδραι
 
κεκριμέναι κεύθουσιν ἐφέστια λέκτρα γυναικῶν·
 
τῇσιν ἀεὶ πᾶν ἦμαρ ὑπὸ γλαφυροῖσι μυχοῖσι
 
κίχλαι ναιετάουσιν, ἀλίγκιαι ἀρτιγάμοισι
 
νύμφαις, ἃς οὐκ ἄν τις ἴδοι θαλάμοιο πάροιθεν 180
← Önceki Kitap 4 · 9 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme