Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 4

 
θελγόμενοι λιαρῇσιν ὑπὸ ῥιπῇς Ἀφροδίτης·
 
ὣς κείνων οἰστρηδὸν ἐπόψεαι ὑγρὸν ὅμιλον
 
εἰλομένων· τάχα δέ σφιν ἀπεχθέες ἦλθον ἔρωτες·
 
αἶψα γὰρ ἀμφίβληστρον ἀνὴρ εὐεργὲς ἀείρας
 
κόλπον ἐπιπροέηκε καὶ ἄσπετον ἔσπασε θήρην, 145
 
ῥηϊδίως ἁψῖσι περίσχετον ἀμφικαλύψας.
 
σηπίαι αὖ δυσέρωτες ἐπὶ πλέον ἔδραμον ἄτης·
 
οὐ γὰρ τοῖς οὐ κύρτον ὀλέθριον οὔτε λίνοιο
 
ἀμφιβολὰς ἐφέηκαν ἁλίστονοι ἀγρευτῆρες,
 
ἀλλʼ αὔτως ἐρύουσιν ἀναψάμενοι μίαν οἴην 150
 
ἐν ῥοθίοις· αἱ δʼ εὖτʼ ἂν ἀπόπροθεν ἀθρήσωσιν,
 
αἶψα μάλʼ ἀντιόωσι, περιπλέγδην δʼ ἐνέχονται
 
ἐμφύμεναι σπείρῃσιν, ἅτε ξείνηθεν ἰδοῦσαι
 
παρθενικαὶ δηναιὸν ἀδελφεὸν ἢ γενετῆρα
 
ἤπιον ἐν μεγάροισιν ἀπήμονα νοστήσαντα· 155
 
ἠὲ νέον ζεύγλῃσιν ὑπʼ εὐναίης Ἀφροδίτης
 
κούρη ληϊσθεῖσα γάμων εὐαγρέϊ δεσμῷ
 
νυμφίον ἀμφέπλεξεν, ἐπʼ αὐχένι πάννυχα δεσμὰ
 
ἀργεννοῖς ἑκάτερθε βραχίοσι γυρώσασα·
 
ὣς τότε κερδαλέαι περὶ σηπίαι εἱλίσσονται 160
← Önceki Kitap 4 · 8 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme