Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 4

 
ὡς δὲ ποδωκείης μεμελημένοι ἄνδρες ἀέθλων,
 
στάθμης ὁρμηθέντες ἀπόσσυτοι, ὠκέα γυῖα
 
προπροτιταινόμενοι, δολιχὸν τέλος ἐγκονέουσιν
 
ἐξανύσαι· πᾶσιν δὲ πόθος νύσσῃ τε πελάσσαι
 
νίκης τε γλυκύδωρον ἑλεῖν κράτος ἔς τε θύρετρα 105
 
ἀΐξαι καὶ κάρτος ἀέθλιον ἀμφιβαλέσθαι·
 
τόσσος ἔρως καὶ τοῖσιν ἐς Ἄϊδος ἡγεμονεύει
 
ἐσθορέειν κευθμῶνας ἀνοστήτοιο λόχοιο.
 
κύντατα δʼ ἐς φιλότητα καὶ ὕστατον οἶστρον ἔχοντες
 
αὐτόμολοι πιμπλᾶσιν ἐφίμερον ἀνδράσιν ἄγρην. 110
 
ἄλλοι δʼ αὖ θήλειαν ἔσω κύρτοιο κελαινοῦ
 
ζωὴν ἐγκαθιέντες ὑπὸ σπιλάδεσσι τίθενται
 
κείναις, ᾗσι μέλει γλαγόεις σκάρος· οἱ δʼ ὑπʼ ἔρωτος
 
αὔρῃ θελγόμενοι φιλοτησίῃ ἀμφαγέρονται,
 
ἀμφί τε λιχμάζουσι καὶ ἐξερέουσιν ἁπάντῃ 115
 
μαιόμενοι κύρτοιο κατήλυσιν· αἶψα δʼ ἵκοντο
 
εἰσίθμην εὐρεῖαν ἀνέκβατον ἕρκος ἔχουσαν,
 
ἐς δʼ ἔπεσον ἅμα πάντες ὁμιλαδόν, οὐδέ τι μῆχος
 
ἐκδῦναι, στυγερὴν δὲ πόθων εὕροντο τελευτήν.
 
ὡς δέ τις οἰωνοῖσι μόρον δολόεντα φυτεύων 120
← Önceki Kitap 4 · 6 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme