Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 4

 
εὖτʼ ἂν ὑπὸ πρῶτον νυκτὸς κνέφας ἀσπαλιῆες
 
πυρσὸν ἀναψάμενοι, γλαφυρὸν σκάφος ἰθύνοντες,
 
ἰχθύσιν ἀτρεμέουσιν ἀείδελον αἶσαν ἄγωσιν.
 
ἔνθʼ οἱ μέν πεύκης λιπαρῇ φλογὶ καγχαλόωντες
 
ἀμφʼ ἀκάτῳ θύνουσι, κακὸν δʼ ἴδον ἑσπέριον πῦρ, 645
 
ῥιπῆς τριγλώχινος ἀμειλίκτοιο τυχόντες.
 
ἔστι δέ τις θήρης ἕτερος νόμος ἰχθυβόλοισι
 
φαρμάκταις, οἳ λυγρὸν ἐπʼ ἰχθύσι μητίσαντο
 
φάρμακον, ὠκύμορον δὲ τέλος νεπόδεσσιν ἔθηκαν.
 
οἱ δʼ ἤτοι πρῶτον μὲν ἐπασσυτέραις βολίδεσσι 650
 
κοντῶν τε ῥιπῇσι καὶ αἰκίῃσιν ἐρετμῶν
 
εἱλεῦσιν νεπόδων δειλὰς στίχας εἰς ἕνα χῶρον
 
κοιλοφυῆ, κευθμῶσιν ὑπαγνύμενον θαμέεσσιν·
 
ἔνθʼ οἱ μὲν δύνουσιν ὑπὸ γλαφυρῇς σπιλάδεσσι,
 
τοὶ δὲ περιστήσαντο λίνων εὐερκέα πάντῃ 655
 
δίκτυα κυκλώσαντες, ἅτʼ ἀνδράσι δυσμενέεσσι
 
διπλὰ περιπροβαλόντες ἀνάρσια τείχεα πέτρης.
 
καὶ τότʼ ἀνὴρ ἄργιλον ὁμοῦ πίειραν ἀείρας
 
ῥίζαν θʼ, ἣν κυκλάμινον ἐφήμισαν ἰητῆρες,
 
μίξας ἐν παλάμῃσι δύω φυρήσατο μάζας· 660
← Önceki Kitap 4 · 33 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme