Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 4

 
δεξάμενον ῥύσαιτο, κάρη δʼ ἄρα δίζεται οἶον
 
φράξασθαι, κεφαλὴν δὲ κατακρύψασα καὶ ὄσσε
 
ἔλπεται οὐχ ὁρόωσα λαθεῖν ὁρόωντος ἐφορμήν.
 
ὡς δέ τις ὠμηστῆρος ἐπεσσυμένοιο λέοντος
 
βουβαλὶς ἐν λόχμῃσι κάτω τρέψασα κάρηνον 625
 
μαψιδίην φυλακὴν προτιβάλλεται, οὔθʼ ὁράασθαι
 
ἔλπεται, εἰσόκε δή μιν ἐπαΐξας ὀλοὸς θὴρ
 
δαρδάψῃ· τῆς δʼ ἦτορ ὁμοίϊον, οὐδὲ κάρηνον
 
ἀγκλινει, δοκέει δὲ καὶ ὀλλυμένη περ ἀλύξαι.
 
τοῖα δὲ καὶ Λιβύης πτερόεν βοτὸν ἀγκυλόδειρον 630
 
νήπια τεχνάζει· μελέη δέ οἱ ἔπλετο τέχνη·
 
ὣς ἀταλὴ μελέῃσιν ὑπʼ ἐλπωρῇσι σκίαινα
 
κέκρυπται· τάχα γάρ μιν ἐρυσσάμενος παλάμῃσιν
 
ἀγρευτὴρ ἀνέδυ τε καὶ ἀφραίνουσαν ἔφηνε.
 
τόσσα μὲν ἰχθυβόλων ἐδάην ἁλιεργέα τέχνης 635
 
δήνεα, καὶ τόσσοισιν ἐπʼ ἰχθύσι πικρὸν ὄλεθρον·
 
τοὺς δʼ ἄλλους ξύμπαντας ὁμοίϊος αἶσα κιχάνει
 
κύρτων τʼ ἀγκίστρων τε βαθυπλεκέος τε λίνοιο
 
ῥιπῆς τε τριόδοντος, ὅσʼ ἀνδράσιν ἔντεα τέχνης.
 
τοὺς μὲν ὑπηματίους, τοὺς δʼ ἕσπερος εἷλε δαμέντας, 640
← Önceki Kitap 4 · 32 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme