Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 4

 
φραξάμενοι πυκινῇσι περίδρομον ἕρκος ἀλωῆς
 
ἀγρονόμοι, σίντῃσι μέγαν πόνον· οὐδέ κεν ἄν τις
 
ἐσβαίη· σκῶλοι γὰρ ἐρητύουσι κέλευθα·
 
ὣς κείνοις οὐκ ἄν τις ἐνιχρίμψειεν ἑτοίμως,
 
οὐδʼ ἐπὶ χεῖρα βάλοι· περὶ γὰρ φρίσσουσι κελαιναὶ 605
 
πρόκροσσαι πυκινῇσιν ὑπὸ σταλίκεσσιν ἄκανθαι.
 
ἀλλά τις ἰδμοσύνῃσιν ἀνὴρ ὑπὸ κεύθεα πόντου
 
ἐσσυμένως δύοιτο, περιφράζοιτο δὲ πάντῃ
 
σαργούς, ἔνθα κάρη τε καὶ οὐραίη κλίσις αὐτῶν·
 
χεῖρα δʼ ὑπὲρ κεφαλῇσι βαλὼν καθύπερθεν ἀκάνθας 610
 
ἦκα καταρρέξειεν ἐπικλίνοι τε πιέζων·
 
οἱ δʼ αὔτως μίμνουσιν ἀρηρότες ἀλλήλοισιν
 
ἀστεμφεῖς, προβολῇσι πεποιθότες ὀξείῃσιν·
 
ἔνθα δύω παλάμῃσιν ἀνὴρ ἑκάτερθεν ἀείρας
 
αὖτις ἀναπλώει τελέσας πανεπίκλοπον ἔργον. 615
 
πετραίην δὲ σκίαιναν ἐπὴν φόβος ἦτορ ἵκηται,
 
ἐσσυμένως σπιλάδεσσιν ἐπέσσυτο καί τινα κοίλην
 
χειὴν εἰσεπέρησε περίδρομον ἠὲ χαράδρην,
 
ἢ ποίαις ἁλίῃσιν ὑπέδραμεν, ἠὲ καὶ ὑγροῖς
 
φύκεσιν· οὐ γάρ οἵ τι μέλει σκέπας, οἷον ἅπασαν 620
← Önceki Kitap 4 · 31 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme