Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 4

 
ἐς βυθὸν ἀΐσσουσι καὶ ἄπρηκτον λίπον ἄγρην.
 
εἰ δʼ οὔ σφι μακάρων τις ἁλιπλάγκτων νεμεσήσει,
 
πολλάκι καὶ τραφερῆς ὑπὲρ ᾐόνος ἑλκυσθεῖσαι
 
ἔξαλοι οὐκ ἐθέλουσι λιπεῖν λίνον, ἀλλʼ ἐνέχονται,
 
αὐτὴν μήρινθον πολυδινέα πεφρικυῖαι. 585
 
ὧδε καὶ ἐν ξυλόχοισιν ὀρέστεροι ἀγρευτῆρες
 
εἷλον ἀναλκείην ἐλάφων εὐαγρέϊ τέχνῃ,
 
μηρίνθῳ στέψαντες ἅπαν δρίος· ἀμφὶ δὲ κούφων
 
ὀρνίθων δήσαντο θοὰ πτερά· ταὶ δʼ ἐσορῶσαι
 
ἠλέματα πτώσσουσι κενὸν φόβον, οὐδὲ πελάσσαι 590
 
μαψιδίως πτερύγεσσιν ἀτυζόμεναι μεμάασιν,
 
εἰσόκε θηρητῆρες ἐπαΐξαντες ἕλωσι.
 
καὶ μέν τις δύπτης ἁλίων εὐμήχανος ἔργων
 
νόσφι δόλου παλάμῃσιν ἐπαΐξας ἕλεν αὐταῖς
 
ἰχθῦς, ἠΰτε χέρσον ἀμειβόμενος πόρον ἅλμης, 595
 
σαργόν τε τρέσσαντα φόβῳ δειλήν τε σκίαιναν.
 
σαργοὶ μὲν δείσαντες ἀολλέες ἐς μυχὸν ἅλμης
 
εἰλόμενοι πτήσσουσιν, ἐπʼ ἀλλήλαις δὲ κέχυνται,
 
δόχμιαι ἀμφιπεσόντες, ἀναφρίσσουσι δʼ ἀκάνθαις
 
νῶτα μετακλίνοντες, ἅτε σκολόπεσσιν ἁπάντῃ 600
← Önceki Kitap 4 · 30 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme