Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 4

 
πυροδόκος στεφάνη λευκαίνεται ἔνδον ἀλωῆς·
 
ὣς τότʼ ἀπειρεσίῃσι περιπληθὴς ἀφύῃσιν
 
ὀφρὺς ἀγχιάλου λευκαίνεται αἰγιαλοῖο.
 
φῦλα δὲ πηλαμύδων ἐκ μὲν γένος εἰσὶ θαλάσσης
 
Εὐξείνου, θύννης δὲ βαρύφρονος εἰλείθυιαι· 505
 
κεῖναι γάρ, Μαιῶτις ὅπῃ ξυμβάλλεται ἅλμῃ,
 
ἀγρόμεναι λιμναῖον ὑπὸ στόμα καὶ δονακῆας
 
ὑδρηλοὺς ὠδῖνος ἐπαλγέος ἐμνήσαντο·
 
καὶ τὰ μὲν ὅσσα κίχωσι μεταδρομάδην κατέδουσιν
 
ὠά, τὰ δʼ ἐν δονάκεσσι καὶ ἐν σχοίνοισι μένοντα 510
 
πηλαμύδων ἀγέλας ὥρῃ τέκεν· αἱ δʼ ὅτε κῦμα
 
πρῶτον ἐπιψαίρωσι πόροιο τε πειρήσωνται,
 
ξεῖνον ἁλὸς σπεύδουσι μετὰ πλόον, οὐδʼ ἐθέλουσι
 
μίμνειν ἔνθʼ ἐγένοντο καὶ ἠβαιαί περ ἐοῦσαι.
 
Θρηΐκιος δέ τίς ἐστιν ἁλὸς πόρος, ὅντε βάθιστον 515
 
φασὶ Ποσειδάωνος ἐνὶ κλήροισι τετύχθαι·
 
ἐκ τοῦ καί τε Μέλας κικλήσκεται, οὐδέ ἑ λάβροι
 
λίην οὐδʼ ὑπέροπλοι ἐπιθρώσκουσιν ἀῆται·
 
ἐν δʼ ἄρα οἱ κευθμῶνες ὑποβρύχιοι πεφύασι
 
κοῖλοι, πηλώεντες, ἀθέσφατοι, οἷς ἔνι πολλὰ 520
← Önceki Kitap 4 · 26 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme