Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 4

 
ὑψόσʼ ἀναπλώσῃ καὶ ὑπʼ ἀγρευτῆρι γένηται.
 
ὡς δʼ ὅτε τις πλείου πειρώμενος ἀμφιφορῆος
 
αὐλὸν ἔχων ἤρεισεν ὑπὸ στόμα φυσητῆρα,
 
ἄσθματι δʼ αὖ ἐρύει μέθυος ποτὸν ἔμπαλιν ἕλκων
 
χείεσιν ἀκροτάτοις, τὸ δʼ ἀνατρέχει ἀνδρὸς ἀϋτμῇ· 465
 
ὣς αἵ γʼ ἐγχέλυες πνοιῆς ὕπο κυμαίνουσαι
 
ἕλκονται δολίοιο ποτὶ στόμα φυσητῆρος.
 
ἔστι δέ τις νεπόδων δειλὸς καὶ ἄκικυς ὅμιλος,
 
ἀβληχρῆς ἀφύης ἀδινὸν γένος, αἳ καλέονται
 
ἐγγραύλεις· ἀγαθὴ δὲ βόσις πάντεσσιν ἔασιν 470
 
ἰχθύσιν· αἰεὶ δέ σφιν ἐνὶ φρεσὶ φῦζα δέδηε,
 
πάντα δʼ ὑποτρομέουσι, σὺν ἀλλήλαις δὲ χυθεῖσαι
 
σωρηδὸν μίμνουσι καὶ ἀθρόαι ἐμπεφύασιν,
 
ἠΰτʼ ἀναγκαίοιο βίην δεσμοῖο φέρουσαι·
 
οὐδέ κε μητίσαιο διάκρισιν εὐρέος ἐσμοῦ 475
 
οὐδὲ λύσιν· τοῖον γὰρ ἐν ἀλλήλῃσιν ἔχονται.
 
πολλάκι μὲν καὶ νῆες ἐν ἕρμασιν ἠΰτʼ ἔκελσαν
 
κείναις, πολλάκι δέ σφιν ἐνιπλήσσουσιν ἐρετμοῖς
 
κληΐδων ἐλατῆρες, ἐνέσχετο δʼ ἱεμένη περ
 
κώπη, πετραίης ἅτε χοιράδος ἀντιτυχοῦσα· 480
← Önceki Kitap 4 · 24 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme