Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 4

 
πυκνὰ καταζεύξειεν ἀνακλίνων γενύεσσιν
 
ἄγκιστρʼ ἀλλήλοισι παρασχεδόν, οἷς ἔπι σῶμα
 
ποικίλον ἐμπείρειεν ἰουλίδος, ὕπτια χαλκοῦ
 
δήγματʼ ἐπικρύπτων, γλαυκοῖς δʼ ἐνὶ βένθεσι λίμνης
 
τοῖον ἀναψάμενος σύροι δόλον· ἡ δʼ ἐσιδοῦσα 445
 
τευθὶς ἐφωρμήθη τε καὶ ἀμφιέπουσα πιέζει
 
ἰκμαλέοις θυσάνοις, ἐπάγη δʼ ἐνὶ χείλεσι χαλκοῦ·
 
οὐδʼ ἔτι καὶ μεμαυῖα λιπεῖν δύνατʼ, ἀλλʼ ἀέκουσα
 
ἕλκεται, αὐτόπλεκτον ἑὸν δέμας ἀμφιβαλοῦσα.
 
καὶ μέν τις λιμένεσσι παρʼ ἀκλύστοισι θαλάσσης 450
 
ἄγρην ἐγχελύων τεχνήσατο κοῦρος ἀθύρων.
 
ἔντερον οἰὸς ἑλὼν περιμήκετον ἧκε καθʼ ὕδωρ
 
ἐκτάδιον, δολιχῇσιν ἀλίγκιον ὁρμιῇσιν·
 
ἡ δʼ ἐσιδοῦσʼ ἐπόρουσε καὶ ἔσπασε· τὴν δὲ χανοῦσαν
 
ἔγνω καὶ μήλειον ἄφαρ κύρτωσεν ἀϋτμῇ 455
 
ἔγκατον ἐμπνείων· τὸ δʼ ἀνίσταται ἄσθματι λάβρῳ
 
οἰδαλέον, πλῆσεν δὲ τιταινόμενον στόμα δειλῆς
 
ἐγχέλυος· πνοιῇ δὲ περιστένεται μογέουσα
 
ἀνδρομέῃ, δέδεται δὲ καὶ ἱεμένη περ ἀλύξαι,
 
εἰσόκεν οἰδαίνουσα καὶ ἄσχετον ἀσθμαίνουσα 460
← Önceki Kitap 4 · 23 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme