Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 4

 
βριθὺν ὑφορμιστῆρα· τὰ μὲν μάλα πάντα καθʼ ὕδωρ
 
ἀτρέμα δινεύουσι· φιλόσκια δʼ αὐτίκα φῦλα
 
ἱππούρων ἀγεληδὸν ἀγείρεται, ἀμφὶ δὲ νῶτα
 
τερπόμενοι δονάκεσσιν ἀνατρίβουσι μένοντες·
 
τοῖς δὲ τότʼ ἀσπαλιῆες ἐπιπλώουσιν ἑτοίμην 425
 
εἰς ἄγρην, ἄγκιστρα δʼ ὑπʼ εἴδασιν ὁπλίσσαντες
 
πέμπουσʼ, οἱ δʼ ἐρύουσιν ἅμα σπεύδοντες ὄλεθρον.
 
ὡς δὲ κύνας βρώμῃσιν ἀνὴρ ἐπὶ μῶλον ὀρίνει
 
δινεύων μέσσοισιν ἑλώρια, τοὶ δʼ ἐπὶ γαστρὶ
 
ἔξοχα μαργαίνοντες ὑποφθαδὸν ἅρπαγι λύσσῃ 430
 
ἀλλήλους προθέουσι καὶ ἐς χέρα παπταίνουσιν
 
ἀνδρός, ὅπῃ ῥίψειεν, ἔρις δʼ ἀναφαίνετʼ ὀδόντων·
 
ὣς οἵ γʼ ἀγκίστροισιν ἐπαΐσσουσιν ἑτοίμως.
 
ῥηϊδίως δʼ ἀγρευτὸν ἐρύσσεαι ἄλλον ἐπʼ ἄλλῳ
 
κραιπνὸς ἐών· αὐτοὶ γὰρ ἐπισπεύδουσʼ ἁλιήων 435
 
μᾶλλον, ὑπʼ ἀφραδίῃσιν ἑὸν μόρον ἐγκονέοντες.
 
Τοίῃ ἐπιφροσύνῃ καὶ πομπίλον ἀγρώσσονται·
 
καὶ γὰρ τοῖς ἴσον ἦτορ ἐπὶ σκιεροῖσι πόθοισι.
 
Τευθίσι δʼ ἄτρακτόν τις ἀνὴρ ἐπιμηχανόῳτο,
 
ἐντύνων κλωστῆρι πανείκελον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ 440
← Önceki Kitap 4 · 22 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme