Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 4

 
μύρτων ἢ δάφνης εὐώδεος ἠέ τευ ἄλλου
 
πτόρθοισιν θαλεροῖσιν ἐπισταμένως σκιάσαντες.
 
τοὺς δʼ οἶστρος ποτὶ μῶλον ἐπώρορεν εὐνητῆρας
 
μάρνασθαι, πολλὴ δὲ γαμήλιος ἵστατʼ Ἐνυώ.
 
ἀλλʼ ὅτʼ ἀριστεύσας τις ἕλῃ κράτος, αὐτίκα πέτρην 385
 
παπταίνει γλαφυρήν, ἀλόχοις δόμον, ἐς δʼ ἴδε κύρτον
 
κείμενον, εὐφύλλοισιν ἐπηρεφὲ ἀκρεμόνεσσιν,
 
ἔνθʼ ἐλάει νυμφεῖον ἑὸν χορόν· αἱ μὲν ἔπειτα
 
κύρτον ἔσω δύνουσιν, ὁ δʼ ἔκτοθι πάντας ἐρύκει
 
ἄρσενας, οὐδέ τινʼ ἄλλον ἐᾷ νύμφῃσι πελάσσαι. 390
 
ἀλλʼ ὅταν ἐμπλήσῃ πλεκτὸν δόλον, ὕστατος αὐτὸς
 
ἐς θάλαμον προὔτυψεν, ἀνέκβατον Ἄϊδος εὐνήν.
 
ὡς δʼ ὅτε μηλονόμος τις ἀνὴρ βοτάνηθεν ἐλαύνων
 
εἰροπόκους ἀγέλας ἀνάγει πάλιν, ἐν δὲ θυρέτροις
 
ἱστάμενος σταθμοῖο νόῳ πεμπάζεται οἰῶν 395
 
πληθὺν εὖ διέπων, εἴ οἱ σόα πάντα πέλονται,
 
πώεσι δʼ εἰλομένοισι περιπλήθουσα μὲν αὐλὴ
 
στείνεται, ὑστάτιος δὲ μετά σφισιν ἔσσυτο ποιμήν·
 
ὣς αἱ μὲν προπάροιθεν ἔσω κοίλοιο μυχοῖο
 
θηλύτεραι κατέδυσαν, ὁ δʼ ὕστερος ἔνθορʼ ἀκοίτης, 400
← Önceki Kitap 4 · 20 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme