Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 4

 
αἰγὶ περισαίνοντες ἐοικότα δήϊον ἄνδρα·
 
δύσμοροι, ὡς ὀλοοῖο τόχʼ ἀντιόωσιν ἑταίρου,
 
οὐ φρεσὶν αἰγείῃσιν ἀρηρότος· αὐτίκα γάρ σφιν
 
ῥάβδον τε κραναὴν ὁπλίζεται ἠδὲ λίνοιο
 
ὁρμιὴν πολιοῖο, βάλεν δʼ ὑπὲρ ἀγκίστροιο 365
 
χηλῆς αἰγείης κρέας ἔμφυτον· οἱ μὲν ἐδωδὴν
 
ἐσσυμένως ἥρπαξαν, ὁ δʼ ἔσπασε χειρὶ παχείῃ
 
αὖ ἐρύων· εἰ γάρ τις ὀΐσεται ἔργα δόλοιο,
 
οὐκ ἂν ἔτʼ ἐμπελάσειε καὶ εἰ λασιότριχας αὐτὰς
 
αἶγας ἄγοι, φεύγουσι δʼ ἀποστύξαντες ὁμαρτῇ 370
 
καὶ μορφὴν καὶ δαῖτα καὶ αὐτῆς ἔνδια πέτρης·
 
εἰ δὲ λάθοι καὶ κραιπνὸν ἔχοι πόνον, οὔ κέ τις ἄγρης
 
λειφθείη, πάντας δὲ δαμάσσεται αἰγὸς ὀπωπή.
 
ἄλλος δʼ αὖ σαργοῖσι μέλει πόθος εἴαρος ὥρῃ
 
ἀλλήλων, εὐνῆς δὲ γάμων πέρι δηριόωνται· 375
 
πολλαῖς δʼ εἷς ἀλόχοις πέρι μάρναται· ὃς δέ κεν ἀλκῇ
 
νικήσῃ, πάσῃσιν ἐπάρκιος ἔπλετʼ ἀκοίτης,
 
πέτρας δʼ εἰσελάει θῆλυν στόλον· ἔνθʼ ἁλιῆες
 
κύρτον ἐτεχνήσαντο βαθύν, περιηγέα πάντῃ·
 
τὸν δὲ φυτῶν λάχνῃσι περὶ στόμα πάντα πύκασσαν, 380
← Önceki Kitap 4 · 19 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme