Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 4

 
εἰσόκε λυσιπόνοιο βοῆς ἔντοσθεν ἀκούσῃ·
 
ὣς ὁ περιτρομέων ἀλόχοις μέγα δαίεται ἦτορ.
 
τοῖόν που λεχέων ἀΐω νόμον ἐντύνεσθαι
 
Ἀσσυρίους, οἳ Τίγριν ὑπέρ πόρον ἄστε’ ἔχουσι,
 
Βάκτρων τʼ ἐνναετῆρας, ἑκηβόλον ἔθνος ὀϊστῶν· 205
 
καὶ γὰρ τοῖς πλέονές τε γαμήλια λέκτρα γυναῖκες
 
κεκριμέναι μεθέπουσι καὶ εὐνάζονται ἅπασαι
 
νύκτας ἀμειβόμεναι· μετὰ δέ σφισι κέντρον ὀπηδεῖ
 
ζήλου ἀνιαροῖο, περὶ ζήλῳ δʼ ὀλέκονται,
 
αἰὲν ἐπʼ ἀλλήλοισι βαρὺν θήγοντες ἄρηα. 210
 
ὣς οὐδὲν ζήλοιο κακώτερον ἀνδράσιν ἄλγος
 
ἐντρέφεται, πολλοὺς δὲ γόους, πολλὰς δὲ τίθησιν
 
οἰμωγάς· λύσσης γὰρ ἀναιδέος ἐστὶν ἑταῖρος·
 
λύσσῃ δʼ ἀσπασίως ἐπιμίσγεται, ἐς δὲ βαρεῖαν
 
ἄτην ἐξεχόρευσε, τέλος δέ οἱ ἔπλετʼ ὄλεθρος. 215
 
ὃς καὶ τὸν δύστηνον ὑπήγαγε κόσσυφον ἄτῃ
 
δμηθῆναι, χαλεπῆς δὲ γάμων ἤντησεν ἀμοιβῆς.
 
εὖτε γὰρ ἀθρήσῃ σπιλάδων ἔπι δινεύοντα
 
ἰχθὺν ἀσπαλιεύς, ἀλόχοις πέρι μόχθον ἔχοντα,
 
ἀγκίστρῳ κρατερῷ περιβάλλεται ὅττι τάχιστα 220
← Önceki Kitap 4 · 11 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme