Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 3

 
ἕσπεσθαι, ψαμάθοισι δʼ ἐπὶ πλατὺ σῶμα βαλόντες
 
ἀθρόοι ἐμβαρύθουσι, μόγον θʼ ἁλιεῦσιν ἔθηκαν.
 
πολλάκι δʼ ἐξώλισθον ἀπʼ ἀγκίστροιο λυθέντες.
 
Λαιψηραὶ δʼ ἀμίαι καὶ ἀλώπεκες εὖτʼ ἂν ἔχωνται,
 
εὐθὺς ἄνω σπεύδουσιν ὑποφθαδόν, αἶψα δὲ μέσσην 145
 
ὁρμιὴν ὑπʼ ὀδοῦσι διέτμαγον ἠὲ καὶ ἄκρας
 
χαίτας· τοὔνεκα τῇσιν ἐχαλκεύσανθʼ ἁλιῆες
 
καυλὸν ἐπʼ ἀγκίστρῳ δολιχώτερον, ἄρκος ὀδόντων.
 
ναὶ μὴν καὶ νάρκη σφέτερον νόον οὐκ ἀπολείπει
 
πληγῇ ἀνιάζουσα· τιταινομένη δʼ ὀδύνῃσιν 150
 
ὁρμιῇ λαγόνας προσπτύσσεται· αἶψα δὲ χαίτης
 
ἱππείης δόνακός τε διέδραμεν ἔς θʼ ἁλιῆος
 
δεξιτερὴν ἔσκηψε φερώνυμον ἰχθύος ἄλγος·
 
πολλάκι δʼ ἐκ παλάμης κάλαμος φύγεν ὅπλα τε θήρης.
 
τοῖος γὰρ κρύσταλλος ἐνίζεται αὐτίκα χειρί. 155
 
σηπίαι αὖ τοίῃσι δολοφροσύνῃσι μέλονται.
 
ἔστι τις ἐν μήκωσι θολὸς κείνῃσι πεπηγὼς
 
κυάνεος, πίσσης δνοφερώτερος, ἀχλύος ὑγρῆς
 
φάρμακον ἀπροτίοπτον, ὅ τε σφίσιν ἄλκαρ ὀλέθρου
 
ἐντρέφεται· τὰς δʼ εὖτʼ ἂν ἕλῃ φόβος, αὐτίκα κείνου 160
← Önceki Kitap 3 · 8 / 33 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme