Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 3

 
γάγγαμά τʼ ἠδʼ ὑποχαὶ περιηγέες ἠδὲ σαγῆναι·
 
ἄλλα δὲ κικλήσκουσι καλύμματα, σὺν δὲ σαγήναις
 
πέζας καὶ σφαιρῶνας ὁμοῦ σκολιόν τε πάναγρον·
 
μυρία δʼ αἰόλα τοῖα δολορραφέων λίνα κόλπων.
 
ἄλλοι δʼ αὖ κύρτοισιν ἐπὶ φρένα μᾶλλον ἔχουσι, 85
 
κύρτοις, οἵ κνώσσοντας ἑοὺς ηὔφρηναν ἄνακτας
 
εὐκήλους· βαιῷ δὲ πόνῳ μέγα κέρδος ὀπηδεῖ.
 
ἄλλοι δʼ οὐτάζουσι τανυγλώχινι τριαίνῃ
 
ἔλλοπας ἐκ χέρσου τε καὶ ἐκ νεός, ὡς ἐθέλουσι.
 
τῶν πάντων καὶ μέτρον ὅσον καὶ κόσμον ἑκάστου 90
 
ἀτρεκέως ἴσασιν, ὅσοι τάδε τεκταίνονται.
 
ἰχθύσι δʼ οὐκ ἄρα μοῦνον ἐπʼ ἀλλήλοισι νόημα
 
πυκνὸν ἔην καὶ μῆτις ἐπίκλοπος, ἀλλὰ καὶ αὐτοὺς
 
πολλάκις ἐξεπάφησαν ἐπίφρονας ἀγρευτῆρας
 
καὶ φύγον ἀγκίστρων τε βίας λαγόνας τε πανάγρων, 95
 
ἤδη ἐνισχόμενοι, παρὰ δὲ φρένας ἔδραμον ἀνδρῶν,
 
βουλῇ νικήσαντες, ἄχος δʼ ἁλιεῦσι γένοντο.
 
κεστρεὺς μὲν πλεκτῇσιν ἐν ἀγκοίνῃσι λίνοιο
 
ἑλκόμενος δόλον οὔτι περίδρομον ἠγνοίησεν,
 
ὕψι δʼ ἀναθρώσκει, λελιημένος ὕδατος ἄκρου, 100
← Önceki Kitap 3 · 5 / 33 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme