Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 3

 
Ὠκεανοῦ· στείχουσι δʼ ἐς ἡμετέρης ἁλὸς ἔργα
 
εἰαρινοῦ μετὰ λύσσαν ὅτʼ οἰστρήσωσι γάμοιο.
 
τοὺς δʼ ἤτοι πρῶτον μὲν Ἰβηρίδος ἔνδοθεν ἅλμης
 
ἀνέρες ἀγρώσσουσι βίῃ κομόωντες Ἴβηρες·
 
δεύτερα δὲ Ῥοδανοῖο παρὰ στόμα θηρητῆρες 625
 
Κελτοὶ Φωκαίης τε παλαίφατοι ἐνναετῆρες·
 
τὸ τρίτον ἀγρώσσουσιν ὅσοι Τρινακρίδι νήσῳ
 
ἐνναέται πόντου τε παρʼ οἴδμασι Τυρσηνοῖο.
 
ἔνθεν ἀπειρεσίοις ἐνὶ βένθεσιν ἄλλοθεν ἄλλος
 
κίδνανται καὶ πᾶσαν ἐπιπλώουσι θάλασσαν. 630
 
πολλὴ δʼ ἔκπαγλός τε παρίσταται ἰχθυβόλοισιν
 
ἄγρη, ὅτʼ εἰαρινὸς θύννων στρατὸς ὁρμήσωνται.
 
χῶρον μὲν πάμπρωτον ἐπεφράσσαντο θαλάσσης
 
οὔτε λίην στεινωπὸν ἐπηρεφέεσσιν ὑπʼ ὄχθαις
 
οὔτε λίην ἀνέμοισιν ἐπίδρομον, ἀλλὰ καὶ αἴθρῃ 635
 
καὶ σκεπανοῖς κευθμῶσιν ἐναίσιμα μέτρα φέροντα.
 
ἔνθʼ ἤτοι πρῶτον μὲν ἐπʼ ὄρθιον ὕψι κολωνὸν
 
ἴδρις ἐπαμβαίνει θυννοσκόπος, ὅστε κιούσας
 
παντοίας ἀγέλας τεκμαίρεται, αἵ τε καὶ ὅσσαι,
 
πιφαύσκει δʼ ἑτάροισι· τὰ δʼ αὐτίκα δίκτυα πάντα 640
← Önceki Kitap 3 · 32 / 33 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme