Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 3

 
σώματι μηδόμενοι πόρον ἄρκιον· ἐν δʼ ἄρʼ ὀδοῦσιν
 
ὑγρὸν ἐρειδομένοις τέταται λίνον· οὐδέ τι μῆχος
 
ἐκφυγέειν, δεσμῷ δὲ περιστομίῳ μογέοντες
 
ἕλκονται ποτὶ χέρσον ὑπʼ ἀφραδίῃσιν ἁλόντες.
 
καὶ μὲν δὴ ῥαφίδων τοῖος νόος· αἵ δʼ ὅτε κόλπον 605
 
δικτύου ἐκπροφύγωσι, πόνου δʼ ἔκτοσθε γένωνται,
 
αὖτις ἐπιστρωφῶσι, λίνῳ δʼ ἐπιμηνίουσαι
 
δήγματʼ ἐνιπρίουσι· τὸ δέ σφισι δύεται εἴσω
 
ἴσχει τʼ ἐμμενέως πυκινοὺς ἔντοσθεν ὀδόντας.
 
αὐτὰρ τοὶ συνόδοντες ἴσοι στείχουσι λόχοισι 610
 
κεκριμένοι· τοῖς δʼ εὖτʼ ἄν ἀνὴρ ἄγκιστρον ἐφείη,
 
οἱ μὲν ἀποτροπάδην λοξὸν φάος ἀλλήλοισι
 
πάντες ἐπικλίνουσι καὶ οὐκ ἐθέλουσι πελάσσαι·
 
ἀλλʼ ὅτε τις προθορὼν ἑτέρης στιχὸς αἶψα δέλετρον
 
ἁρπάξῃ, τότε καί τις ἐνὶ φρεσὶ θάρσος ἔδεκτο 615
 
ἀγκίστρῳ τʼ ἐπέλασσε καὶ ἕλκεται· οἱ δʼ ὁρόωντες
 
ἀλλήλους, περὶ δαιτὶ γεγηθότες, ἰαίνονται
 
ἑλκόμενοι, σπεύδουσι δʼ ὑποφθαδόν, ὅς κε θάνῃσι
 
πρῶτος ἁλούς, ἅτε παῖδες ἀθύρμασι καγχαλόωντες.
 
θύννων δʼ αὖ γενεὴ μὲν ἀπʼ εὐρυπόροιο τέτυκται 620
← Önceki Kitap 3 · 31 / 33 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme