Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 3

 
ψυχὴν δʼ ἀσπαλιεὺς πολυπαίπαλος ἠδὲ νοήμων
 
εἴη· ἐπεὶ μάλα πολλὰ καὶ αἰόλα μηχανόωνται
 
ἰχθύες ἐγκύρσαντες ἀνωΐστοισι δόλοισι.
 
τολμήεις δὲ μάλιστα καὶ ἄτρομος ἠδὲ σαόφρων
 
εἴη, μηδʼ ὕπνου φιλέοι κόρον· ὀξὺ δὲ λεύσσοι 45
 
ἐγρήσσων κραδίῃ τε καὶ ὄμμασι πεπταμένοισιν.
 
εὖ δὲ φέροι καὶ χεῖμα Διὸς καὶ δίψιον ὥρην
 
Σειρίου· ἱμείροι δὲ πόνων, ἐράοι δὲ θαλάσσης·
 
ὧδε γὰρ εὐάγρης τε καὶ Ἑρμείᾳ φίλος εἴη.
 
Θήρη δʼ ἑσπερίη μὲν ὀπωρινῇσιν ἐν ὥραις 50
 
καρτίστη τελέθει καὶ ἑωσφόρος εὖτʼ ἀνατέλλῃ·
 
χείματι δʼ ἠελίοιο βολαῖς ἅμα κιδναμένῃσι
 
στέλλεσθαι· πᾶν δʼ ἦμαρ ἐν εἴαρι τηλεθόωντι
 
ἄγραις παντοίῃσιν ὀφέλλεται, ἦμος ἅπαντες
 
ἔλλοπες ἠϊόνεσσιν ἐφέστιοι ἐγγύθι γαίης 55
 
ἕλκονται τοκετῶν τε μόγῳ δίψῃ τʼ Ἀφροδίτης.
 
αἰεὶ δʼ εἰς ἄνεμον παπταινέμεν, ὅς κεν ἄῃσιν
 
ἤπιος, εὐδιόων, μαλακὴν ἅλα κοῦφα κυλίνδων·
 
λάβρους γὰρ τρομέουσι καὶ ἐχθαίρουσιν ἀήτας
 
ἰχθύες, οὐδʼ ἐθέλουσιν ὑπεὶρ ἅλα δινεύεσθαι· 60
← Önceki Kitap 3 · 3 / 33 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme