Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 3

 
ἄμφω δʼ αἱ μὲν ἔασι διάκριτοι ἐν νεπόδεσσιν,
 
οἱ δʼ ἐνὶ χερσαίῃσιν ἀριστεύουσʼ ἀγέλῃσιν.
 
οὐ μὲν δὴ μελάνουρον ἀποίσεαι οὔτʼ ἐνὶ κύρτῳ
 
ῥηϊδίως ἀπαφῶν οὔτʼ ἐν λινοεργέϊ κύκλῳ·
 
ἔξοχα γὰρ μελάνουρος ἐν ἰχθύσιν ἠμὲν ἄναλκις 445
 
ἠδὲ σαοφρονέων, λίχνη δέ οἱ οὔποτʼ ἐδωδὴ
 
θυμήρης· αἰεὶ δὲ γαληναίης μὲν ἐούσης
 
κέκλιται ἐν ψαμάθοισι καὶ οὐκ ἀναδύεται ἅλμης·
 
ἀλλʼ ὅτε κυμαίνουσα περισπέρχῃσι θάλασσα
 
λάβρων ἐξ ἀνέμων, τότε δὴ μοῦνοι μελάνουροι 450
 
κῦμα διαΐσσουσιν ἀολλέες, οὔτε τινʼ ἀνδρῶν
 
οὔτε τινʼ εἰναλίων πεφρικότες· οἱ μέν ἅπαντες
 
ἐς νεάτην κρηπῖδα φόβῳ δύνουσι θαλάσσης,
 
οἱ δὲ τότʼ ἠϊόνας τε πολυφλοίσβους ἐφέπουσι
 
πέτραις τʼ ἐμπελάουσιν ἀλήμονες, εἴ τινʼ ἐδητὺν 455
 
κοπτομένη δείξειεν ὑπὸ ῥιπῇσι θάλασσα·
 
νήπιοι, οὐδʼ ἐδάησαν ὅσον πινυτώτεροι ἄνδρες,
 
οἳ κείνους καὶ πάμπαν ἀλευομένους ἕλον ἄγρῃ.
 
χειμερίη πλημμυρὶς ὅταν ζέῃ Ἀμφιτρίτης,
 
ἵστατʼ ἐπὶ προὔχουσαν ἀνὴρ ἁλιηγέα πέτρην, 460
← Önceki Kitap 3 · 23 / 33 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme