Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 3

 
κτῆσιν ἀεὶ κείροντες ἀσημάντοιο δόμοιο,
 
οἷα νέους ἀνίησι χαλίφρονας ἄκριτος ἥβη,
 
ἐν δὲ κακοφροσύνῃσι κακὴν εὕραντο τελευτήν·
 
ὣς τοῖς ἀγρομένοισι παρασχεδὸν ἵσταται ἄτη.
 
ἡνίκα γὰρ πολλοί τε καὶ εὐλιπέες τελέθωσι, 365
 
δὴ τότʼ ἀνὴρ κύρτοιο περὶ στόμα πῶμα καλύπτει
 
εὖ ἀραρός· τοὺς δʼ ἔνδον ἐν ἕρκεϊ πεπτηῶτας
 
ὑστάτιον κνώσσοντας ἀνείρυσεν· ὀψὲ δʼ ὄλεθρον
 
φρασσάμενοι σπαίρουσι καὶ ἐκδῦναι μεμάασι,
 
νήπιοι, οὐδʼ ἔτι κύρτον ὁμῶς εὔοικον ἔχουσιν. 370
 
Ἄδμωσιν δʼ ἐπὶ κύρτον ὀπωρινὸν ὁπλίζονται
 
ὀΐσυνον, μέσσοισι δʼ ἐν οἴδμασιν ὁρμίζουσι,
 
νέρθεν ἀναψάμενοι τρητὸν λίθον εὐναστῆρα·
 
φελλοὶ δʼ ὀχμάζουσιν ἄνω δόλον· ἐν δέ οἱ αἰεὶ
 
τέσσαρας ἀκταίους διεροὺς κάχληκας ἱεῖσι· 375
 
τοῖς δὲ διαινομένοισι περιτρέφεται γλαγόεσσα
 
μύξα θαλασσαίη, τῆς ἵμερος ἰχθύας ἕλκει
 
βαιούς, οὐτιδανούς, λίχνον γένος· οἱ δʼ ἀγέρονται
 
κύρτον ἐπιπροθέοντες ἐν ἀγκοίνῃς τε μένουσιν.
 
ἄδμωες δʼ ὁρόωντες ἔσω κοίλοιο μυχοῖο 380
← Önceki Kitap 3 · 19 / 33 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme