Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 3

 
κύρτον δὲ πλέξαιο περίδρομον ὅττι μέγιστον,
 
τεύχων ἢ σπάρτοισιν Ἰβηρίσιν ἠὲ λύγοισι,
 
ῥάβδους ἀμφιβαλών· λευρὴ δέ οἱ εἴσοδος ἔστω
 
γαστήρ τʼ εὐρυχανής· δέλεαρ δέ οἱ ἔνδον ἐνείης
 
πούλυπον ἑρπυστὴν ἢ κάραβον, ἐκ πυρὸς ἄμφω 345
 
ὀπταλέους· κνίσση γὰρ ἐφέλκεται ἰχθύας εἴσω.
 
ὧδε μὲν ἐντύνας πλεκτὸν δόλον ἐγγύθι πέτρης
 
δόχμιον ἀγκλίνοις, ὕφαλον λόχον· αὐτίκα δʼ ὀδμὴ
 
κάνθαρον ὀτρυνέει τε καὶ ἵξεται ἔνδοθι κύρτου,
 
οὐ μάλα θαρσαλέος πρώτην ὁδόν, ἀλλὰ τάχιστα 350
 
δαισάμενος παλίνορσος ἀπέδραμεν· ἔνθεν ἔπειτα
 
κυρτεὺς μὲν κείνοισιν ἀεὶ νεοτερπέα φορβὴν
 
ἐντίθεται· τοὺς δʼ αἶψα δυσώνυμος ἐντὸς ἀγείρει
 
γαστήρ, ἄλλον δʼ ἄλλος ἄγει σύνδορπον ἑταῖρον.
 
ἤδη δʼ ἀτρομέοντες ἀολλέες ἔνδοθι κύρτου 355
 
ἀγρόμενοι πρόπαν ἦμαρ ἐνήμενοι, ὥστε μέλαθρον
 
κτησάμενοι, μίμνουσι, κακὴν δʼ εὕροντο καλιήν.
 
ὡς δʼ ὁπότʼ ὀρφανικοῖο μετʼ ἠιθέοιο μέλαθρον
 
οὔτι σαοφροσύνῃσι μεμηλότες ἥλικες ἄλλοι
 
κλητοί τʼ αὐτόμολοί τε πανήμεροι ἀγερέθωνται, 360
← Önceki Kitap 3 · 18 / 33 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme