Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 3

 
ὡς δὲ φιλοξείνοιο μετʼ ἀνέρος οἰκία κέλσῃ
 
κλεινὸς ἀνὴρ ἢ χειρὸς ἐν ἔργμασιν ἠὲ νόοιο,
 
ἀσπασίως δʼ ὅ μιν εἶδεν ἐφέστιον, εὖ δέ ἑ δώροις
 
εὖ τέ μιν εἰλαπίναις τε φιλοφροσύναις τʼ ἀγαπάζει
 
παντοίαις· ἄμφω δὲ γεγηθότες ἀμφὶ τραπέζῃ 225
 
τέρπονται κρητῆρος ἀμοιβαίοις δεπάεσσιν·
 
ὣς ὁ μὲν ἀσπαλιεὺς κεχαρημένος ἐλπωρῇσι
 
μειδιάᾳ, δείπνοις δὲ νέοις ἐπιτέρπεται ἰχθύς.
 
ἔνθεν ἔπειθʼ ὁ μὲν αἰὲν ἐπημάτιος ποτὶ πέτρην
 
στέλλεται, οὐδʼ ἀνίησιν ἑὸν πόνον οὐδʼ ἀπολείπει 230
 
δαῖτα φέρων· οἱ δʼ αὐτίκʼ ἀολλέες ἀμφαγέρονται
 
δαιτυμόνες κατὰ χῶρον, ἅτε κλητῆρος ἄγοντος.
 
αἰεὶ δὲ πλεόνεσσιν ἑτοιμοτέροις τε παρίσχει
 
φορβὴν ἁρπαλέην· οὐδέ σφισιν ἄλλα κέλευθα
 
οὐδʼ ἄλλοι κεεθμῶνες ἐνὶ φρεσίν, ἀλλὰ μένοντες 235
 
αὐτοῦ δηθύνουσιν, ἅτε σταθμοῖσι νομήων
 
πώεα χειμερίοισιν ἐν ἤμασιν αὐλίζονται,
 
οὐδʼ ὀλίγον σηκοῖο λιλαιόμενα προνέεσθαι.
 
οἱ δʼ ὅτʼ ἐσαθρήσωσιν ἀειρομένην ἀπὸ χέρσου
 
σπερχομένην τʼ ἐλάταις ἄκατον τρόφον, αὐτίκα πάντες 240
← Önceki Kitap 3 · 12 / 33 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme