Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 3

 
ἰχθυόεν· βαιοὺς δʼ ἐπὶ μείζοσιν ὁπλίζοιο·
 
δείπνοις γὰρ γελόωντες ἐπισπεύδουσιν ὄλεθρον·
 
ἦ γὰρ ἀεὶ πλωτῶν σιφλὸν γένος θεόντων.
 
θύννον μὲν κορακῖνος ἄγει, λάβρακα δὲ καρὶς
 
πιαλέη, χάννος δὲ φίλον φάγροισι δέλετρον 185
 
καὶ βῶκες συνόδοντι καὶ ἱππούροισιν ἴουλοι·
 
τρίγλη δʼ ὀρφὸν ἔπεφνε καὶ ἔσπασε κιρρίδα πέρκη,
 
μαινίδι δὲ χρύσοφρυς ἀνέλκεται· αὐτὰρ ἀνιγραὶ
 
μύραιναι μετὰ σάρκας ἐπειγόμεναι φορέονται
 
πουλυπόδων· ὅσσοι δὲ δέμας περίμετρον ἔχουσι, 190
 
θύννῳ μὲν κὲν κάλλιχθυς ἰαίνεται, αὐτὰρ ὀνίσκοις
 
ὄρκυνος, λάβρακα δʼ ἐπʼ ἀνθίῃ ὁπλίζοιο,
 
ἵππουρον ξιφίῃ, γλαύκῳ δʼ ἔπι κεστρέα πείροις·
 
ἄλλῳ δʼ ἀλλοίην γενεὴν ἐπιτεχνάζοιο,
 
κρέσσονι χειροτέρην· ἐπεὶ ἦ μάλα πάντες ἔασιν 195
 
ἀλλήλοις φορβή τε φίλη καὶ λίχνος ὄλεθρος.
 
ὣς οὐδὲν λιμοῖο κακώτερον οὐδὲ βαρείης
 
γαστέρος, ἣ κρατέει μὲν ἐν ἀνθρώποισιν ἀπηνὴς
 
καὶ χαλεπὴ δέσποινα συνέστιος, οὔποτε δασμῶν
 
ληθομένη, πολλοὺς δὲ παρασφήλασα νόοιο 200
← Önceki Kitap 3 · 10 / 33 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme