Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 2

 
μάρψῃ τε κτείνῃ τε, γέλων δʼ ἐπιθήσεται ἄγρῃ·
 
ὣς ὅ γʼ ὑπὲρ κεφαλῆς βροτέης ὀλοφώϊος ἰχθὺς
 
πέπτατʼ ἐρητύων ἀναδύμεναι, εἰσόκʼ ἀϋτμὴ
 
φῶτα λίπῃ, ψυχὴν δὲ μετεκπνεύσῃ ῥοθίοισιν·
 
ἔνθα ἑ τεθνηῶτα δυσώνυμος ἀμφιέπει βοῦς 165
 
δαινύμενος, τέχνῃσιν ἑλὼν δυσμήχανον ἄγρην.
 
καὶ μέν τις μνιαροῖσιν ἐπὶ πλαταμῶσι νοήσας
 
καρκίνον αἰνήσει καὶ ἀγάσσεται εἵνεκα τέχνης
 
κερδαλέης· καὶ τῷ γὰρ ἐπιφροσύνην πόρε δαίμων
 
ὄστρεα φέρβεσθαι, γλυκερὴν καὶ ἄμοχθον ἐδωδήν. 170
 
ὄστρεα μὲν κληῗδας ἀναπτύξαντα θυρέτρων
 
ἰλὺν λιχμάζουσι καὶ ὕδατος ἰσχανόωντα
 
πέπταται, ἀγκοίνῃσιν ἐφήμενα πετραίῃσι·
 
καρκίνος αὖ ψηφῖδα παρὰ ῥηγμῖνος ἀείρας
 
λέχριος ὀξείῃσι φέρει χηλῇσι μεμαρπώς, 175
 
λάθρη δʼ ἐμπελάει, μέσσῳ δʼ ἐνεθήκατο λᾶαν
 
ὀστρέῳ· ἔνθεν ἔπειτα παρήμενος εἰλαπινάζει
 
δαῖτα φίλην· τὸ δʼ ἄρʼ οὔτι καὶ ἱέμενόν περ ἐρεῖσαι
 
ἀμφιδύμους πλάστιγγας ἔχει σθένος, ἀλλʼ ὑπʼ ἀνάγκης
 
οἴγεται, ὄφρα θάνῃ τε καὶ ἀγρευτῆρα κορέσσῃ. 180
← Önceki Kitap 2 · 9 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme