Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 2

 
μοῦνον δʼ οὔποτε φασὶν ἀνὰ κνέφας ἀσπαλιῆες
 
εἰς ἄγρην πεσέειν ἁπαλὸν σκάρον, ἀλλά που ὕπνον
 
ἐννύχιον κοίλοισιν ὑπὸ κευθμῶσιν ἰαύειν.
 
οὐ μέντοι τό γε θαῦμα Δίκην ἀπάτερθε θαλάσσης
 
ναιετάειν· οὐ γάρ τι πάλαι πρέσβειρα θεάων 665
 
οὐδὲ μετὰ θνητοῖσιν ἔχε θρόνον, ἀλλὰ κυδοιμοὶ
 
δυσκέλαδοι καὶ θοῦρος Ἄρευς φθισήνορος ἄτη
 
μαῖά τʼ ἐρικλαύστων πολέμων Ἔρις ἀλγεσίδωρος
 
ἔφλεγον ἡμερίων δειλὸν γένος· οὐδέ τι θηρῶν
 
κεκριμένοι πολέες μερόπων ἔσαν, ἀλλὰ λεόντων 670
 
αἰνότεροι πύργους τʼ εὐτείχεας ἠδὲ μέλαθρα
 
νηούς τʼ ἀθανάτων εὐώδεας αἵματι φωτῶν
 
καπνῷ τʼ αἰθαλόεντι κατείνυον Ἡφαίστοιο,
 
εἰσόκε ῥαιομένην γενεὴν ᾤκτειρε Κρονίων,
 
ὑμῖν δʼ Αἰνεάδῃσιν ἐπέραπε γαῖαν ἀνάψας. 675
 
ἀλλʼ ἔτι καὶ προτέροισιν ἐν Αὐσονίων βασιλεῦσι
 
θῦνεν Ἄρης, Κελτούς τε καὶ αὐχήεντας Ἴβηρας
 
θωρήσσων Λιβύης τε πολύν πόρον ἔργα τε Ῥήνου
 
Ἴστρον τʼ Εὐφρήτην τε· τί μοι τάδε δούρατος ἔργα
 
μεμνῆσθαι; νῦν γάρ σε, Δίκη θρέπτειρα πολήων, 680
← Önceki Kitap 2 · 34 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme