Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 2

 
δαίνυσθαι μέλαν αἷμα· τὰ δʼ αὐτίκα γυρωθέντα
 
κυρτοῦται καὶ λύθρον ἐφέλκεται οὐδʼ ἀνίησιν,
 
εἰσόκεν αἱμοβαρῆ ζωρὸν πότον αὖ ἐρύσαντα
 
ἐκ χροὸς αὐτοκύλιστα πέσῃ μεθύουσιν ὁμοῖα·
 
ὣς ἀμίαις οὐ πρόσθε χαλᾷ μένος, εἰσόκε σάρκα 605
 
κείνην, ἥν ποτʼ ἔμαρψαν, ὑπὸ στόμα δαιτρεύσωνται.
 
ἀλλʼ ὅτε μιν προλίπωσιν, ἀναπνεύσῃ δὲ πόνοιο
 
δελφίς, δὴ τότε λύσσαν ἐσόψεαι ἡγητῆρος
 
χωομένου· κρυερὴ δʼ ἀμίαις ἀναφαίνεται ἄτη.
 
αἱ μὲν γὰρ φεύγουσιν, ὁ δʼ ἐξόπιθεν κεραΐζων, 610
 
εἰδόμενος πρηστῆρι δυσηχέϊ, πάντʼ ἀμαθύνει,
 
δάπτων ἐμμενέως, κατὰ δʼ αἵματι πόντον ἐρεύθει
 
αἰχμάζων γενύεσσι, παθὼν δʼ ἀπετίσατο λώβην.
 
ὧδε καὶ ἐν ξυλόχοισιν ἔχει φάτις ἀγρευτήρων
 
θῶας ὑπερφιάλους ἔλαφον πέρι ποιπνύεσθαι 615
 
ἀγρομένους· οἱ μὲν γὰρ ἐπαΐγδην γενύεσσι
 
σάρκας ἀφαρπάζουσι καὶ ἀρτιχύτοιο φόνοιο
 
θερμὸν ἔαρ λάπτουσιν· ὁ δʼ αἱμάσσων ὀδύνῃσι,
 
βεβρυχὼς ὀλοῇσι περίπλεος ὠτειλῇσιν,
 
ἄλλοτʼ ἐπʼ ἀλλοίων ὀρέων διαπάλλεται ἄκρας· 620
← Önceki Kitap 2 · 31 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme