Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 2

 
ὅσσον ἀριστεύουσιν ἐν ἑρπυστῆρσι δράκοντες,
 
τόσσον καὶ δελφῖνες ἐν ἰχθύσιν ἡγεμονῆες.
 
τοῖς δʼ οὔτʼ ἐρχομένοις πελάσαι σχεδὸν οὔτε τις ἄντην
 
ὄσσε βαλεῖν τέτληκεν, ὑποπτώσσουσι δʼ ἄνακτος
 
τηλόθεν ἅλματα δεινὰ καὶ ἄσθματα φυσιόωντος. 545
 
οἱ δʼ ὁπότʼ ἰθύσωσι λιλαιόμενοι μετὰ φορβήν,
 
πάντʼ ἄμυδις κλονέουσιν ἀθέσφατα πώεα λίμνης,
 
παμφύγδην ἐλόωντες· ἐνέπλησαν δὲ φόβοιο
 
πάντα πόρον· σκιεροὶ δὲ μυχοὶ χθαμαλαί τε χαράδραι
 
στείνονται λιμένες τε καὶ ἠϊόνων ἐπιωγαὶ 550
 
πάντοθεν εἰλομένων· ὁ δὲ δαίνυται ὅν κʼ ἐθέλῃσι,
 
κρινάμενος τὸν ἄριστον ἀπειρεσίων παρεόντων.
 
ἀλλʼ ἔμπης καὶ τοῖσιν ἀνάρσιοι ἀντιφέρονται
 
ἰχθύες, οὓς ἀμίας κικλήσκομεν· οὐδʼ ἀλέγουσι
 
δελφίνων, μοῦναι δὲ κατʼ ἀντία δηριόωνται. 555
 
ταῖς μὲν ἀφαυρότερον θύννων δέμας, ἀμφὶ δὲ σάρκες
 
ἀβληχραί, θαμέες δὲ διὰ στόμα λάβρον ὀδόντες
 
ὀξέα πεφρίκασι· τὸ καὶ μέγα θάρσος ἔχουσιν,
 
οὐδὲ καταπτώσσουσιν ὑπέρβιον ἡγητῆρα.
 
εὖτε γὰρ ἀθρήσωσιν ἀπόσσυτον οἶον ἀπʼ ἄλλων 560
← Önceki Kitap 2 · 28 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme