Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 2

 
πατρὸς ἑοῦ, γεραρῷ δὲ βοηδρομέοντι τοκῆϊ
 
αὐτῷ, τὸν μάστευε, κακὴν ἐνεμάξατο κῆρα.
 
ἔνθα τὸν αἰολόμητιν Ὀδυσσέα, μυρία πόντου
 
ἄλγεα μετρήσαντα πολυκμήτοισιν ἀέθλοις,
 
τρυγὼν ἀλγινόεσσα μιῇ κατενήρατο ῥιπῇ. 505
 
Θύννῳ δὲ ξιφίῃ τε συνέμπορον αἰὲν ὀπηδεῖ
 
πῆμα· τὸ δʼ οὔποτʼ ἔχουσιν ἀπότροπον οὔτε μεθέσθαι
 
οὔτε φυγεῖν, πτερύγεσσιν ἐνήμενον ἄγριον οἶστρον,
 
ὅς σφισι, καυστηροῖο κυνὸς νέον ἱσταμένοιο,
 
κέντρου πευκεδανοῖο θοὴν ἐνερείδεται ἀλκήν, 510
 
ὀξὺ μάλʼ ἐγχρίμπτων, χαλεπὴν δʼ ἐπὶ λύσσαν ὀρίνει,
 
θωρήξας ὀδύνῃσιν· ἐπισπέρχει δʼ ἀέκοντας
 
φοιταλέῃ μάστιγι χορευέμεν· οἱ δὲ κελαινῷ
 
τύμματι παιφάσσουσι μεμηνότες, ἄλλοτε δʼ ἄλλῃ
 
κῦμα καθιππεύουσιν, ἀνήνυτον ἄλγος ἔχοντες. 515
 
πολλάκι καὶ νήεσσιν ἐϋκραίροις ἐνόρουσαν
 
ῥιπῇ ἐλαυνόμενοι δυσκραέϊ· πολλάκι δʼ ἅλμης
 
ἔκθορον ἐς γαῖάν τε κατέδραμον ἀσπαίροντες
 
καὶ μόρον ἠμείψαντο πολυκμήτων ὀδυνάων·
 
τοῖον γὰρ δάκος αἰνὸν ἐπιρρέπει οὐδʼ ἀνίησι. 520
← Önceki Kitap 2 · 26 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme