Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 2

 
πάντες ἀταρτηροῖς ὑπὸ νύγμασιν ἰὸν ἱέντες.
 
Τρυγόνι δὲ ξιφίῃ τε θεὸς κρατερώτατα δῶρα
 
γυίοις ἐγκατέθηκεν, ὑπέρβιον ὅπλον ἑκάστῳ
 
καρτύνας· καὶ τῷ μὲν ὑπὲρ γένυν ἐστήριξεν
 
ὄρθιον, αὐτόρριζον, ἀκάχμενον, οὔτι σιδήρου 465
 
φάσγανον, ἀλλʼ ἀδάμαντος ἰσόσθενες ὄβριμον ἆορ.
 
οὐ κείνου κρυόεσσαν ἐπιβρίσαντος ἀκωκὴν
 
οὐδὲ μάλα στερεὴ τλαίη λίθος οὐτηθεῖσα·
 
τοίη οἱ ζαμενής τε πέλει πυρόεσσά τʼ ἐρωή.
 
Τρυγόνι δʼ ἐκ νεάτης ἀνατέλλεται ἄγριον οὐρῆς 470
 
κέντρον ὁμοῦ χαλεπόν τε βίῃ καὶ ὀλέθριον ἰῷ.
 
οὐδέ κεν οὐ ξιφίαι, οὐ τρυγόνες ἐν γενύεσσι
 
φορβὴν πρόσθε πάσαιντο, πάρος βελέεσσι δαφοινοῖς
 
οὐτῆσαι ζωόν τε καὶ ἄπνοον ὅττι παρείη.
 
ἀλλʼ ἤτοι ξιφίην μὲν ἐπὴν προλίπῃσιν ἀϋτμή, 475
 
αὐτίκα οἱ κἀκεῖνο συνέφθιτο καρτερὸν ἆορ,
 
αὐτῷ δʼ ὅπλον ἄνακτι συνέσβετο, καδδὲ λέλειπται
 
ὀστέον οὐδενόσωρον, ἀμήχανον ὅσσον ἰδέσθαι
 
φάσγανον· οὐδέ κεν ἄν τι καὶ ἱέμενος τελέσειας.
 
τρυγονίου δʼ οὔπω τι κακώτερον ἔπλετο πῆμα 480
← Önceki Kitap 2 · 24 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme