Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 2

 
ποινητῆρες ἔασι καὶ ἀλλήλων ὀλετῆρες.
 
ἄλλοι δʼ ἰοφόροι νεπόδων, στομάτεσσι δʼ ἀεικὴς
 
ἰὸς ἐνιτρέφεται στυγερός τʼ ἐπὶ δήγμασιν ἕρπει.
 
τοῖον καὶ σκολόπενδρα, δυσώνυμον ἑρπετὸν ἅλμης,
 
ἶσον ἐπιχθονίῳ δέμας ἑρπετῷ· ἀλλὰ τό γʼ ἄτην 425
 
κύντερον· εἰ γάρ οἱ τις ἐπιψαύσειε πελάσσας,
 
αὐτίκα οἱ κνῆστις μὲν ἐπὶ χροῒ θερμὸν ἔρευθος
 
φοινίσσει, σμώδιξ δὲ διατρέχει ἠΰτε ποίης,
 
τὴν κνίδα κικλήσκουσιν, ἐπωνυμίην ὀδυνάων.
 
ἐχθρὴ δὲ σκολόπενδρα πανέξοχον ἀσπαλιεῦσι 430
 
ἐμπελάαν· εἰ γάρ ποτʼ ἐπιψαύσειε δελέτρου,
 
οὐκ ἄν τις νεπόδων κείνου πέλας ἀγκίστροιο
 
ἔλθοι· τοῖον γάρ οἱ ἀπεχθέα μίσγεται ἰόν.
 
τοίη καὶ βαλιῇσιν ἰουλίσι τέτροφεν ἄτη
 
ἂν στόμα· τὰς δὲ μάλιστα βυθῶν διφήτορες ἄνδρες 435
 
δύπται σπογγοτόμοι τε δυηπαθέες στυγέουσιν·
 
εὖτε γὰρ ἀθρήσωσιν ἐρευνητῆρα θαλάσσης
 
σπερχόμενον ποτὶ βυσσὸν ὑποβρυχίοισι πόνοισιν,
 
αἵ δʼ ἀπὸ πετράων μάλα μυρίαι ὁρμηθεῖσαι
 
ἄνδρα περιπροθέουσι καὶ ἀθρόαι ἀμφιχέονται 440
← Önceki Kitap 2 · 22 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme