Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 2

 
δοῦρα δὲ τεκτήνασθαι ἀναστῆσαί τε μέλαθρα,
 
φάρεά τʼ ἀσκῆσαι μήλων εὐανθέϊ καρπῷ
 
Παλλὰς ἐπιχθονίους ἐδιδάξατο· δῶρα δʼ Ἄρηος
 
φάσγανα χάλκειοί τε περὶ μελέεσσι χιτῶνες
 
καὶ κόρυθες καὶ δοῦρα καὶ οἶς ἐπιτέρπετʼ Ἐνυώ. 25
 
δῶρα δὲ Μουσάων τε καὶ Ἀπόλλωνος ἀοιδαί.
 
Ἑρμείης δʼ ἀγορήν τε καὶ ἀλκήεντας ἀέθλους
 
ὤπασεν. Ἡφαίστῳ δὲ μέλει ῥαιστήριος ἱδρώς.
 
καὶ τάδε τις πόντοιο νοήματα καὶ τέλος ἄγρης
 
πληθύν θʼ ὑγροπόρων θεὸς ὤπασε τεκμήρασθαι 30
 
ἀνδράσιν, ὃς καὶ πρῶτα μεσορραγέας κενεῶνας
 
γαίης ἀγρομένοισιν ἐνιπλήσας ποταμοῖσι
 
πευκεδανὴν ἀνέχευε καὶ ἐξέστεψε θάλασσαν,
 
ὀφρύσι καὶ ῥηγμῖσι περίδρομον ἀμφιπεδήσας,
 
εἴτε μιν εὐρυμέδοντα Ποσειδάωνα καλέσσαι, 35
 
εἴτʼ ἄρα καὶ Νηρῆα παλαίφατον, εἴτʼ ἄρα Φόρκυν
 
βέλτερον, εἴτε τινʼ ἄλλον ἁλὸς θεὸν ἰθυντῆρα.
 
ἀλλʼ οἱ μὲν μάλα πάντες, ὅσοι τʼ Οὔλυμπον ἔχουσι
 
δαίμονες οἵ τε θάλασσαν ὅσοι τʼ ἐΰδωρον ἄρουραν
 
ἠέρα τʼ ἐνναίουσι, πανίλαον ἦτορ ἔχοιεν 40
← Önceki Kitap 2 · 2 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme