Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 2

 
ἔνθα μιν οἰκτείρειας ἀκοσμοτάτοιο μόροιο,
 
ὡς ὁ μὲν ἐν πέτρῃσιν ὑφέξεται, ἡ δέ οἱ ἄγχι
 
ἠΰτʼ ἐπεγγελόωσα παρίσταται· ὧδέ κε φαίης
 
μυθεῖσθαι μύραιναν ἀπηνέα κερτομέουσαν·
 
τί πτώσσεις δολομῆτα; τίνʼ ἔλπεαι ἠπεροπεύειν; 305
 
ἦ τάχα καὶ πέτρης πειρήσομαι, ἤν σε καὶ εἴσω
 
δέξηται σπιλὰς ἥδε καὶ ἠμύσασα καλύψῃ.
 
αὐτίκα δʼ ἀγκύλον ἕρκος ἐνιπλήξασα λαφύσσει,
 
χοιράδος αὖ ἐρύουσα περίτρομον· αὐτὰρ ὅ γʼ οὔτι,
 
οὐδὲ δαϊζόμενος, λείπει πάγου οὐδʼ ἀνίησιν, 310
 
ἀλλʼ ἔχεται πέτρης εἱλιγμένος, εἰσόκεν αὐταὶ
 
λείπωνται μοῦναι κοτυληδόνες ἐμπεφυυῖαι.
 
ὡς δʼ ὅτε περθομένης δηΐων ὑπὸ χερσὶ πόληος,
 
ἑλκομένων παίδων τε δορυκτήτων τε γυναικῶν,
 
κοῦρον ἀνὴρ δειρῇ τε καὶ ἀγκάσιν ἐμπεφυῶτα 315
 
γειναμένης ἐρύσῃ πολέμου νόμῳ, αὐτὰρ ὁ χεῖρας
 
πλέγδην οὐκ ἀνίησιν ἀπʼ αὐχένος, οὐδέ ἑ μήτηρ
 
κωκυτῷ προΐησιν, ὁμοῦ δέ οἱ ἕλκεται αὐτή·
 
ὣς καὶ πουλύποδος δειλὸν δέμας ἑλκομένοιο
 
λισσάδι μυδαλέῃ περιφύεται, οὐδʼ ἀνίησι. 320
← Önceki Kitap 2 · 16 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme