Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 2

 
πλάζονται, χεῖρές τε περὶ χροῒ κυμαίνονται·
 
ὣς καὶ πουλύποδος κοτυληδόνες οὐ κατὰ κόσμον
 
πλαζόμεναι κενεῇσι παλαισμοσύναις μογέουσιν.
 
ἡ δέ μιν ὀξυτόμοισιν ὑπὸ ῥιπῇσιν ὀδόντων
 
δαρδάπτει· μελέων δὲ τὰ μὲν κατεδέξατο γαστήρ, 285
 
ἄλλα δʼ ἔτʼ ἐν γενύεσσι θοοὶ τρίβουσιν ὀδόντες,
 
ἄλλα δέ τʼ ἀσπαίρει καὶ ἑλίσσεται ἡμιδάϊκτα,
 
εἰσέτι παιφάσσοντα καὶ ἐκφυγέειν ἐθέλοντα.
 
ὡς δʼ ὅτʼ ἀνὰ ξυλόχους ὀφίων στίβον ἐξερεείνων
 
βριθόκερως ἔλαφος ῥινήλατον ἴχνος ἀνεῦρε, 290
 
χειὴν δʼ εἰσαφίκανε καὶ ἑρπετὸν εἴρυσεν ἔξω
 
δάπτει τʼ ἐμμενέως· ὁ δʼ ἐλίσσεται ἀμφί τε γοῦνα,
 
δειρήν τε στέρνον τε· τὰ δʼ ἡμίβρωτα κέχυνται
 
ἅψεα, πολλὰ δʼ ὀδόντες ὑπὸ στόμα δαιτρεύουσιν·
 
ὣς καὶ πουλύποδος δνοπαλίζεται αἰόλα γυῖα 295
 
δυσμόρου· οὐδέ ἑ μῆτις ἐπιφροσύνης ἐσάωσε
 
πετραίης· εἰ γάρ ποτʼ ἀλευόμενος περὶ πέτρην
 
πλέξηται, χροιήν τε πανείκελον ἀμφιέσηται,
 
ἀλλʼ οὐ μυραίνης ἔλαθεν κέαρ, ἀλλά ἑ μούνη
 
φράζεται, ἄπρηκτον δὲ πέλει κείνοιο νόημα. 300
← Önceki Kitap 2 · 15 / 35 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme