Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 1

 
εὖτε γὰρ εὐνήσῃ χαροπῆς ἁλὸς ἔργα γαλήνη,
 
αὐτὰρ ὅ γʼ ἐσσυμένοισι συνορμηθεὶς ῥοθίοισι,
 
πέτραις ἀμφιταθεὶς ἀμπαύεται εὔδιον ὕπνον.
 
ὀρνίθων δʼ ἁλίων τρομέει γένος, οἵ οἱ ἔασι
 
δυσμενέες· τῶν ἤν τινʼ ἐσαθρήσῃ πελάσαντα, 165
 
πάλλεται ὀρχηστῆρι πανείκελος, ὄφρα ἑ πόντου
 
προπροκυλινδόμενον σπιλάδων ἄπο χεῦμα σαώσῃ.
 
οἱ δὲ καὶ ἐν πέτρῃσι καὶ ἐν ψαμάθοισι νέμονται,
 
ἀγλαΐῃ χρύσοφρυς ἐπώνυμος ἠδὲ δράκοντες
 
σῖμοί τε γλαῦκοί τε καὶ ἀλκησταὶ συνόδοντες, 170
 
σκορπίος ἀϊκτήρ, δίδυμον γένος, ἀμφότεραί τε
 
σφύραιναι δολιχαὶ ῥαφίδες θʼ ἅμα τῇσιν ἀραιαί·
 
ἐν δὲ χάραξ κοῦφοί τε κυβιστητῆρες ἔασι
 
κωβιοί· ἐν δὲ μυῶν χαλεπὸν γένος, οἳ περὶ πάντων
 
θαρσαλέοι νεπόδων καί τʼ ἀνδράσιν ἀντιφέρονται, 175
 
οὔτι τόσοι περ ἐόντες· ἐπὶ στερεῇ δὲ μάλιστα
 
ῥινῷ καὶ πυκινοῖσι πεποιθότες ἔνδον ὀδοῦσι,
 
ἰχθύσι καὶ μερόπεσσιν ἀρειοτέροισι μάχονται.
 
οἱ δʼ ἐν ἁμετρήτοισιν ἄλην πελάγεσσιν ἔχουσι,
 
τηλοῦ ἀπὸ τραφερῆς οὐδʼ ᾐόσιν εἰσὶν ἑταῖροι, 180
← Önceki Kitap 1 · 9 / 40 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme