Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 1

 
ἐκ ποταμῶν πλαταμῶσιν ἐνιχρίμπτουσι θαλάσσης.
 
πέτραι δʼ ἀμφίαλοι πολυειδέες· αἱ μὲν ἔασι
 
φύκεσι μυδαλέαι, περὶ δὲ μνία πολλὰ πέφυκε·
 
τὰς ἦτοι πέρκαι καὶ ἰουλίδες ἀμφί τε χάννοι
 
φέρβονται σάλπαι τε μετὰ σφίσιν αἰολόνωτοι 125
 
καὶ κίχλαι ῥαδιναὶ καὶ φυκίδες οὕς θʼἅς θ᾽ MSS. And schol. ἁλιῆες
 
ἀνδρὸς ἐπωνυμίην θηλύφρονος ηὐδάξαντο.
 
ἄλλαι δὲ χθαμαλαὶ ψαμαθώδεος ἄγχι θαλάσσης
 
λεπράδες, ἅς κίρρις τε σύαινά τε καὶ βασιλίσκοι
 
ἐν δὲ μύλοι τρίγλης τε ῥοδόχροα φῦλα νέμονται. 130
 
ἄλλαι δʼ αὖ ποιῇσιν ἐπίχλοοι ὑγρὰ μέτωπα
 
πέτραι σαργὸν ἔχουσιν ἐφέστιον ἠδὲ σκίαιναν
 
χαλκέα καὶ κορακῖνον ἐπώνυμον αἴθοπι χροιῇ,
 
καὶ σκάρον, ὃς δὴ μοῦνος ἐν ἰχθύσι πᾶσιν ἀναύδοις
 
φθέγγεται ἰκμαλέην λαλαγὴν καὶ μοῦνος ἐδητὺν 135
 
ἄψορρον προΐησιν ἀνὰ στόμα, δεύτερον αὖτις
 
δαινύμενος, μήλοισιν ἀναπτύσσων ἴσα φορβήν.
 
Ὅσσαι δʼ αὖ χήμῃσι περίπλεοι ἢ λεπάδεσσιν,
 
ἐν δέ σφιν θαλάμαι τε καὶ αὔλια δύμεναι ἰχθῦς,
 
τῇσι δὲ καὶ φάγροι καὶ ἀναιδέες ἀγριόφαγροι 140
← Önceki Kitap 1 · 7 / 40 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme