Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 1

 
ἰλὺς εὐρώεσσα, γαληναίης δὲ ταθείσης
 
ἐξαυτῆς ψάμαθός τε καὶ ἄσπετα φύρματα πόντου
 
πύθεται, ἐκ δὲ φύονται ἀθέσφατοι, εἴκελοι εὐλαῖς.
 
οὐ μέν πού τι τέτυκται ἀκιδνότερον γένος ἄλλο
 
δειλαίης ἀφύης· νεπόδεσσι δὲ πᾶσιν ἔασι 785
 
δαῖς ἀγαθή· κεῖναι δὲ δέμας περιλιχμάζουσιν
 
ἀλλήλων· τό γε δέ σφι βορὴ βίοτός τε τέτυκται·
 
κεῖναι δʼ εὖτε θάλασσαν ἀολλήδην ἐφέπωσιν,
 
ἠέ νύ που πέτρην ἀμφίσκιον ἠὲ θαλάσσης
 
διζόμεναι κευθμῶνας ὑποβρυχίην τʼ ἀλεωρήν, 790
 
πᾶσα τότε γλαυκὴ λευκαίνεται Ἀμφιτρίτη.
 
ὡς δʼ ὁπότʼ εὐρύπεδον σκιάσῃ νιφάδεσσιν ἀλωὴν
 
ἑσπερίου Ζεφύροιο θοὸν μένος, οὐδέ τι γαίης
 
κυανέης ἰδέειν ὑποφαίνεται, ἀλλʼ ἄρα πᾶσα
 
ἀργεννὴ χιόνεσσιν ἐπασσυτέραις κεκάλυπται· 795
 
ὣς τότʼ ἀπειρεσίῃσι περιπληθὴς ἀγέλῃσι
 
φαίνεται ἀργινόεσσα Ποσειδάωνος ἀλωή.
← Önceki Kitap 1 · 40 / 40 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme