Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 1

 
ἐσθίει, οὐδέ μιν οἶκτος ἐσέρχεται οἷο τόκοιο.
 
ἔστι δʼ ὅσʼ οὔτε γάμοισι φυτεύεται οὔτε γονῇσι
 
τίκτεται, αὐτοτέλεστα καὶ αὐτόρρεκτα γένεθλα,
 
ὄστρεα δὴ σύμπαντα, τά γʼ ἰλύϊ τίκτεται αὐτῇ·
 
κείνων δʼ οὔτε τι θῆλυ πέλει γένος, οὔτʼ ἐπʼ ἀμοιβῆς 765
 
ἄρσενες, ἀλλʼ ὁμόφυλα καὶ εἴκελα πάντα τέτυκται.
 
ὣς δὲ καὶ ἠπεδανῆς ἀφύης ὀλιγηπελὲς ἔθνος
 
οὔτινος ἐκγεγάασιν ἀφʼ αἵματος οὐδὲ τοκήων·
 
εὖτε γὰρ ἐκ νεφέων Ζηνὸς νόος ὄμβρον ἀφύξῃ
 
λάβρον ὑπὲρ πόντοιο καὶ ἄσχετον, αὐτίκα πᾶσα 770
 
μισγομένη δίνῃσι παλιμπνοίῃσι θάλασσα
 
σίζει τʼ ἀφριάᾳ τε καὶ ἵσταται οἰδαίνουσα,
 
αἱ δʼ ἐν ἀτεκμάρτοισι καὶ ἀσκέπτοισι γάμοισιν
 
ἀθρόαι ἔκ τʼ ἐγένοντο καὶ ἔτραφον ἔκ τʼ ἐφάνησαν
 
μυρίαι, ἀβληχραί, πολιὸν γένος· ἐκ δὲ γενέθλης 775
 
οὔνομʼ ἐπικλήδην ἀφρίτιδες αὐδώωνται.
 
ἄλλαι δʼ ἰλυόεντος ὑπὲκ φλοίσβοιο φύονται·
 
εὖτε γὰρ ἐν δίνῃσι παλιρροίῃς τε θαλάσσης
 
βράσσηται πάμφυρτος ἀφυσγετὸς ἐξ ἀνέμοιο
 
σπερχομένου, τότε πᾶσα συνίσταται εἰς ἓν ἰοῦσα 780
← Önceki Kitap 1 · 39 / 40 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme