Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 1

 
ἀθρόοι, οἱ δʼ ἄρʼ ὄπισθεν ἐπίσκοποι ἐγγὺς ἕπονται
 
αἰδοῦς τε πραπίδων τε νόου τʼ ἐπιτιμητῆρες
 
πρεσβύτεροι· γῆρας γὰρ ἐναίσιμον ἄνδρα τίθησιν·
 
ὣς ἄρα καὶ δελφῖνες ἑοῖς παίδεσσι τοκῆες
 
ἕσπονται, μή τί σφιν ἀνάρσιον ἀντιβολήσῃ. 685
 
ναὶ μὴν καὶ φώκη κομέει γένος οὔτι χέρειον·
 
καὶ γὰρ τῇ μαζοί τε καὶ ἐν μαζοῖσι γάλακτος
 
εἰσὶ ῥοαί· τῇ δʼ οὔτι μετʼ οἴδμασιν ἀλλʼ ἐπὶ χέρσου
 
λύετʼ ἀνερχομένῃ γαστρὸς μόγος, ὥριος ὠδίς·
 
μίμνει δʼ ἤματα πάντα δυώδεκα σὺν τεκέεσσιν 690
 
αὐτοῦ ἐνὶ τραφερῇ· τρισκαιδεκάτῃ δὲ σὺν ἠοῖ
 
σκύμνους ἀγκὰς ἔχουσα νεαλδέας εἰς ἅλα δύνει,
 
παισὶν ἀγαλλομένη, πάτρην ἅτε σημαίνουσα.
 
ὡς δὲ γυνὴ ξείνης γαίης ἔπι παῖδα τεκοῦσα
 
ἀσπασίως πάτρην τε καὶ ὃν δόμον εἰσαφικάνει, 695
 
παῖδα δʼ ἐν ἀγκοίνῃσι πανηματίη φορέουσα,
 
δώματα δεικνυμένη, μητρὸς νομόν, ἀμφαγαπάζει,
 
τερπωλὴν ἀκόρεστον· ὁ δʼ οὐ φρονέων περ ἕκαστα
 
παπταίνει, μέγαρόν τε καὶ ἤθεα πάντα τοκήων·
 
ὣς ἄρα καὶ κείνη σφέτερον γένος εἰναλίη θὴρ 700
← Önceki Kitap 1 · 35 / 40 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme