Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 1

 
γαστέρας· οὐ γὰρ ῥεῖα διΐσταται, ἀλλʼ ἐνέχονται
 
ὠὰ μετʼ ἀλλήλοισιν ἀρηρότα νηδύος εἴσω,
 
φύρδην συμπεφυῶτα· τὰ δʼ ἀθρόα πῶς κε τέκοιεν;
 
στεινόμεναι δʼ ὀδύνῃσι μόγις κρίνουσι γενέθλην.
 
ὡς οὐ ῥηϊδίην γενεὴν οὐδʼ ἰχθύσι Μοῖραι 485
 
ὤπασαν, οὐδʼ ἄρα μοῦνον ἐπιχθονίῃσι γυναιξὶν
 
ἄλγεα, πάντῃ δʼ εἰσὶν ἐπαχθέες Εἰλείθυιαι.
 
ἄρσενες αὖτʼ ἄλλοι μὲν ἐπʼ ἰχθύσι κῆρας ἄγοντες
 
δαιτυμόνες ῥηγμῖσιν ἐπειγόμενοι πελάουσιν·
 
ἄλλοι δʼ αὖ μετόπισθε διωκόμενοι προθέουσι 490
 
θηλυτέραις ἀγέλῃσιν, ἐπεὶ φιλότητος ἔρωτι
 
ἑλκόμεναι σπεύδουσι μετʼ ἄρσενας ἀσχέτῳ ὁρμῇ.
 
ἔνθʼ οἱ μὲν σφετέρας ἐπὶ γαστέρας ἀλλήλοισι
 
τριβόμενοι θορὸν ὑγρὸν ἀπορραίνουσιν ὄπισθεν,
 
αἱ δʼ οἴστρῳ μεμαυῖαι ἐπαΐγδην στομάτεσσι 495
 
κάπτουσιν· τοίῳ δὲ γάμῳ πλήθουσι γόνοιο.
 
πλεῖστος μὲν νόμος οὗτος ἐν ἰχθύσιν· οἱ δὲ καὶ εὐνὰς
 
καὶ θαλάμους ἀλόχους τε διακριδὸν ἀμφὶς ἔχουσι
 
ζευξάμενοι· πολλὴ γὰρ ἐν ἰχθύσιν ἔστʼ Ἀφροδίτη
 
Οἶστρός τε Ζῆλός τε, βαρὺς θεός, ὅσσα τε τίκτει 500
← Önceki Kitap 1 · 25 / 40 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme