Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 1

 
ἤπια κυμαίνουσα, τότʼ ἰχθύες ἄλλοθεν ἄλλοι
 
πανσυδίῃ φοιτῶσι γεγηθότες ἐγγύθι γαίης.
 
ὡς δὲ πολυρραίσταο νέφος πολέμοιο φυγοῦσα
 
ὀλβίη ἀθανάτοισι φίλη πόλις, ἥν ῥά τε δηρὸν
 
δυσμενέων πάγχαλκος ἐπεπλήμμυρε θύελλα, 465
 
ὀψὲ δʼ ἀπολλήξασα καὶ ἀμπνεύσασα μόθοιο
 
ἀσπασίως γάνυταί τε καὶ εἰρήνης καμάτοισι
 
τέρπεται ἁρπαλέοισι καὶ εὔδιος εἰλαπινάζει,
 
ἀνδρῶν τε πλήθουσα χοροιτυπίης τε γυναικῶν·
 
ὣς οἱ λευγαλέους τε πόνους καὶ φρῖκα θαλάσσης 470
 
ἀσπασίως προφυγόντες, ὑπεὶρ ἅλα καγχαλόωντες,
 
θρώσκοντες θύνουσι χοροιτυπέουσιν ὁμοῖοι.
 
εἴαρι δὲ γλυκὺς οἶστρος ἀναγκαίης Ἀφροδίτης
 
καὶ γάμοι ἡβώωσι καὶ ἀλλήλων φιλότητες
 
πᾶσιν, ὅσοι γαῖάν τε φερέσβιον οἵ τʼ ἀνὰ κόλπους 475
 
ἠέρος οἵ τʼ ἀνὰ πόντον ἐριβρύχην δονέονται.
 
εἴαρι δὲ πλεῖστον νεπόδων γένος Εἰλείθυιαι
 
ὠοφόρων παύουσι βαρυνομένων ὠδίνων.
 
αἱ μὲν γὰρ γενεῆς κεχρημέναι ἠδὲ τόκοιο
 
θήλεες ἐν ψαμάθοισιν ἀποθλίβουσιν ἀραιὰς 480
← Önceki Kitap 1 · 24 / 40 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme