Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 1

 
πώεσιν ἤ στρατιῇσιν ἐοικότες, οἵ τʼ ἀγελαῖοι
 
κέκληνται· τοὶ δʼ αὖτε κατὰ στίχας· οἱ δὲ λόχοισιν
 
εἴκελοι ἢ δεκάδεσσιν· ὁ δʼ ἔρχεται οἶος ἀπʼ ἄλλων
 
μουναδὸν ὁρμηθείς· περόωσι δὲ δίζυγες ἄλλοι·
 
οἱ δʼ αὐτοῦ θαλάμῃσιν ἐν οἰκείῃσι μένουσι. 445
 
χείματι μὲν δὴ πάντες ἀελλάων στροφάλιγγας
 
σμερδαλέας αὐτοῦ τε δυσηχέος οἴδματα πόντου
 
ἔξοχα δειμαίνουσιν· ἐπεὶ περιώσιον ἄλλων
 
ἰχθυόεντα γένεθλα φίλην πέφρικε θάλασσαν
 
μαινομένην· τότε δʼ οἱ μὲν ἀμησάμενοι πτερύγεσσι 450
 
ψάμμον ὑποπτήσσουσιν ἀνάλκιδες· οἱ δʼ ὑπὸ πέτραις
 
εἰλόμενοι δύνουσιν ἀολλέες· οἱ δὲ βάθιστα
 
ἐς πελάγη φεύγουσι κάτω μυχάτην ὑπὸ βύσσαν·
 
κεῖνα γὰρ οὔτε λίην προκυλίνδεται οὔθʼ ὑπʼ ἀήταις
 
πρυμνόθεν εἱλεῖται, διὰ δʼ ἔσσυται οὔτις ἄελλα 455
 
ῥίζαν ἁλὸς νεάτην· μέγα δέ σφισι βένθος ἐρύκει
 
ῥιγεδανὰς ὀδύνας καὶ ἀπηνέα χείματος ὁρμήν.
 
ἀλλʼ ὁπότʼ ἀνθεμόεσσαι ἐπὶ χθονὸς εἴαρος ὧραι
 
πορφύρεον γελάσωσιν, ἀναπνεύσῃ δὲ θάλασσα
 
χείματος εὐδιόωσα γαληναίη τε γένηται 460
← Önceki Kitap 1 · 23 / 40 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme