Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 1

 
δέξηται στυγερῆς τʼ ἐνοπῆς κωκυτὸν ἀκούσῃ,
 
οὐ τηλοῦ θανάτοιο τάχʼ ἔσσεται, ἀλλά οἱ ἄτην
 
καὶ μόρον αἰνοτάτη κείνη μαντεύεται αὐδή.
 
ναὶ μὴν καὶ φάλαιναν ἀναιδέα φασὶ θαλάσσης
 
ἐκβαίνειν χέρσονδε καὶ ἠελίοιο θέρεσθαι. 405
 
φῶκαι δʼ ἐννύχιαι μέν ἀεὶ λείπουσι θάλασσαν,
 
πολλάκι δʼ ἠμάτιαι πέτραις ἐνὶ καὶ ψαμάθοισιν
 
εὔκηλοι μίμνουσι καὶ ἔξαλον ὕπνον ἔχουσι.
 
Ζεῦ πάτερ, ἐς δὲ σὲ πάντα καὶ ἐκ σέθεν ἐρρίζωνται·
 
εἴτʼ οὖν αἰθέρος οἶκον ὑπέρτατον εἵτʼ ἄρα πάντῃ 410
 
ναιετάεις· θνητῷ γὰρ ἀμήχανον ἐξονομῆναι.
 
οἵῃ σὺν φιλότητι διακρίνας ἐκέδασσας
 
αἰθέρα τʼ αἰγλήεντα καὶ ἠέρα καὶ χυτὸν ὕδωρ
 
καὶ χθόνα παμμήτειραν, ἀπʼ ἀλλήλων μὲν ἕκαστα,
 
πάντα δʼ ἐν ἀλλήλοισιν ὁμοφροσύνης ὑπὸ δεσμῷ 415
 
ἀρρήκτῳ συνέδησας, ἀναγκαίῃ δʼ ἐπέρεισας
 
ἀστεμφῆ πάγκοινον ὑπό ζυγόν· οὔτε γὰρ αἰθὴρ
 
ἠέρος οὔτʼ ἀήρ ἄτερ ὕδατος, οὐδὲ μὲν ὕδωρ
 
γαίης νόσφι τέτυκται, ἐν ἀλλήλοις δὲ φύονται,
 
πάντα δʼ ὁδὸν μίαν εἶσι, μίαν δʼ ἀνελίσσετʼ ἀμοιβήν. 420
← Önceki Kitap 1 · 21 / 40 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme