Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 1

 
ῥῖναι ἀλωπεκίαι καὶ ποικίλοι· εἴκελα δʼ ἔργα
 
πᾶσιν ὁμοῦ φορβή τε σύν ἀλλήλοις τε νέμονται.
 
δελφῖνες δʼ ἀκταῖς τε πολυρραθάγοισι γάνυνται
 
καὶ πελάγη ναίουσι, καὶ οὔποθι νόσφι θάλασσα
 
δελφίνων· περὶ γάρ σφε Ποσειδάων ἀγαπάζει· 385
 
οὕνεκά οἱ κούρην κυανώπιδα Νηρηΐνην
 
μαιομένῳ φεύγουσαν ἑὸν λέχος Ἀμφιτρίτην
 
φρασσάμενοι δελφῖνες ἐν Ὠκεανοῖο δόμοισι
 
κευθομένην ἤγγειλαν· ὁ δʼ αὐτίκα κυανοχαίτης
 
παρθένον ἐξήρπαξεν ἀναινομένην τε δάμασσε. 390
 
καὶ τὴν μὲν παράκοιτιν, ἁλὸς βασίλειαν, ἔθηκε,
 
ἀγγελίης δʼ ᾔνησεν ἐνηέας οὓς θεράποντας,
 
κλήρῳ δʼ ἐν σφετέρῳ περιώσιον ὤπασε τιμήν.
 
ἔστι δʼ ἀμειλίκτοις ἐνὶ κήτεσιν ἅσσα καὶ ἅλμης
 
ἐκτὸς ἐπὶ τραφερῆς φυσίζοον ἔρχεται οὖδας· 395
 
δηρὸν δʼ ἠϊόνεσσι καὶ ἀγχιάλοισιν ἀρούραις
 
μίσγοντʼ ἐγχέλυές τε καὶ ἀσπισδόεσσα χελώνη
 
καστορίδες τʼ ὀλοαὶ δυσπενθέες, αἵ τʼ ἀλεγεινὴν
 
ὄσσαν ἐπὶ κροκάλῃσιν ἀπαίσιον ὠρύονται
 
ἀνδράσιν· ὃς δέ κε γῆρυν ἐν οὔασιν ἀλγινόεσσαν 400
← Önceki Kitap 1 · 20 / 40 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme