Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 1

 
ναίει μὲν ψαμάθοις, ἀνὰ δʼ ἔρχεται ἄκρον ἐς ὕδωρ
 
πρηνής, ὄφρα κε μή μιν ἐνιπλήσειε θάλασσα·
 
ἀλλʼ ὅτʼ ἀναπλώσῃ ῥοθίων ὕπερ Ἀμφιτρίτης,
 
αἶψα μεταστρεφθεὶς ναυτίλλεται, ὥστʼ ἀκάτοιο
 
ἴδρις ἀνήρ· δοιοὺς μὲν ἄνω πόδας ὥστε κάλωας 345
 
ἀντανύει, μέσσος δὲ διαρρέει ἠΰτε λαῖφος
 
λεπτὸς ὑμήν, ἀνέμῳ τε τιταίνεται· αὐτὰρ ἔνερθε
 
δοιοὶ ἁλὸς ψαύοντες, ἐοικότες οἰήκεσσι,
 
πομποί τʼ ἰθύνουσι δόμον καὶ νῆα καὶ ἰχθύν.
 
ἀλλʼ ὅτε ταρβήσῃ σχεδόθεν κακόν, οὐκέτʼ ἀήταις 350
 
φεύγει ἐπιτρέψας, σὺν δʼ ἔσπασε πάντα χαλινά,
 
ἱστία τʼ οἴηκάς τε, τὸ δʼ ἀθρόον ἔνδον ἔδεκτο
 
κῦμα βαρυνόμενός τε καθέλκεται ὕδατος ὁρμῇ.
 
ὦ πόποι, ὃς πρώτιστος ὄχους ἁλὸς εὕρατο νῆας,
 
εἴτʼ οὖν ἀθανάτων τις ἐπεφράσατʼ εἴτε τις ἀνὴρ 355
 
τολμήεις πρώτιστος ἐπεύξατο κῦμα περῆσαι,
 
ἦ που κεῖνον ἰδὼν πλόον ἰχθύος εἴκελον ἔργον
 
δουροπαγὲς τόρνωσε, τὰ μὲν πνοιῇσι πετάσσας
 
ἐκ προτόνων, τὰ δʼ ὄπισθε χαλινωτήρια νηῶν.
 
κήτεα δʼ ὀβριμόγυια, πελώρια, θαύματα πόντου, 360
← Önceki Kitap 1 · 18 / 40 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme