Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 1

 
ἐκ γενετῆς, γυμναὶ δὲ καὶ ἀσκεπέες καὶ ἀφαυραὶ
 
τίκτονται, κτητοὺς δὲ δόμους ἐπιμηχανόωνται,
 
ἀβληχροῖς μελέεσσι νόθον σκέπας ἀμφιβαλοῦσαι·
 
εὖτε γὰρ ἀθρήσωσι λελειμμένον ὀρφανὸν αὔτως
 
ὄστρακον, οἰκητῆρος ἀνέστιον οἰχομένοιο, 325
 
αἵδʼ εἴσω καταδῦσαι ὑπʼ ἀλλοτρίοισιν ἐλύτροις
 
ἑζόμεναι ναίουσι καὶ ὃν κτήσαντο μέλαθρον·
 
τῷ δὲ συνερπύζουσι καὶ ἔνδοθεν ἕρκος ἄγουσιν,
 
εἴτε τι νηρίτης ἔλιπε σκέπας εἴτε τι κῆρυξ
 
ἢ στρόμβος· στρόμβων δὲ δύσεις φιλέουσι μάλιστα, 330
 
οὕνεκεν εὐρεῖαί τε μένειν κοῦφαί τε φέρεσθαι.
 
ἀλλʼ ὅτʼ ἀεξομένη πλήσῃ μυχὸν ἔνδον ἐοῦσα
 
καρκινάς, οὐκέτι κεῖνον ἔχει δόμον, ἀλλὰ λιποῦσα
 
δίζεται εὐρύτερον κόχλου κύτος ἀμφιβαλέσθαι.
 
πολλάκι δὲ γλαφυρῆς κύμβης πέρι καρκινάδεσσιν 335
 
ἀλκὴ καὶ μέγα νεῖκος ἐγείρεται, ἐκ δʼ ἐλάσασα
 
κρείττων χειροτέρην δόμον ἄρμενον ἀμφέθετʼ αὐτή.
 
ἔστι δέ τις γλαφυρῷ κεκαλυμμένος ὀστράκῳ ἰχθύς,
 
μορφὴν πουλυπόδεσσιν ἀλίγκιος, ὃν καλέουσι
 
ναυτίλον, οἰκείῃσιν ἐπικλέα ναυτιλίῃσι· 340
← Önceki Kitap 1 · 17 / 40 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme