Thesauros Literature didactic Ἁλιευτικά

Ἁλιευτικά

Ἁλιευτικά Oppian fl. 2nd cent

Kitap 1

 
καρίδων τε νομαὶ καὶ ἀναιδέα φῦλα παγούρων,
 
οἵτε καὶ ἀμφιβίοις ἐναρίθμιον αἶσαν ἔχουσι.
 
πάντες δʼ οἷσί τε κῶλον ὑπʼ ὀστράκῳ ἐστήρικται,
 
ὄστρακον ἐκδύνουσι γεραίτερον, ἄλλο δʼ ἔνερθε
 
σαρκὸς ὑπὲκ νεάτης ἀνατέλλεται· οἱ δὲ πάγουροι, 285
 
ἡνίκα ῥηγνυμένοιο βίην φράσσωνται ἐλύτρου,
 
πάντῃ μαιμώωσιν ἐδητύος ἰσχανόωντες,
 
ῥηϊτέρη ῥινοῖο διάκρισις ὄφρα γένηται
 
πλησαμένων· εὖτʼ ἄν δὲ διατμαγὲν ἕρκος ὀλίσθῃ,
 
οἱ δʼ ἦτοι πρῶτον μὲν ἐπὶ ψαμάθοισι τέτανται 290
 
αὔτως, οὔτε βορῆς μεμνημένοι οὔτε τευ ἄλλου,
 
ἐλπόμενοι φθιμένοισι μετέμμεναι οὐδʼ ἔτι θερμὸν
 
ἐμπνείειν, ῥινῷ δὲ περιτρομέουσιν ἀραιῇ
 
ἀρτιφύτῳ· μετὰ δʼ αὖτις ἀγειρόμενοι νόον ἤδη
 
βαιὸν θαρσήσαντες ἀπὸ ψαμάθοιο πάσαντο· 295
 
τόφρα δὲ θυμὸν ἔχουσιν ἀμήχανον ἀδρανέοντες,
 
ὄφρα περὶ μελέεσσι νέον σκέπας ἀμφιπαγείη.
 
ὡς δέ τις ἰητὴρ νουσαχθέα φῶτα κομίζων
 
ἤμασι μὲν πρώτοισι βορῆς ἀπόπαστον ἐρύκει,
 
πήματος ἀμβλύνων μαλερὸν σθένος, αὐτὰρ ἔπειτα 300
← Önceki Kitap 1 · 15 / 40 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme