Epeisodion 2
Καρίων
ὦ πλεῖστα Θησείοις μεμυστιλημένοι
γέροντες ἄνδρες ἐπʼ ὀλιγίστοις ἀλφίτοις,
ὡς εὐτυχεῖθʼ, ὡς μακαρίως πεπράγατε,
ἄλλοι θʼ ὅσοις μέτεστι τοῦ χρηστοῦ τρόπου.
630
Χορός
τί δʼ ἔστιν ὦ βέλτιστε τῶν σαυτοῦ φίλων;
φαίνει γὰρ ἥκειν ἄγγελος χρηστοῦ τινος.
Καρίων
ὁ δεσπότης πέπραγεν εὐτυχέστατα,
μᾶλλον δʼ ὁ Πλοῦτος αὐτός· ἀντὶ γὰρ τυφλοῦ
ἐξωμμάτωται καὶ λελάμπρυνται κόρας,
635
Ἀσκληπιοῦ παιῶνος εὐμενοῦς τυχών.
Χορός
λέγεις μοι χαράν, λέγεις μοι βοάν.
Καρίων
πάρεστι χαίρειν, ἤν τε βούλησθʼ ἤν τε μή.
Χορός
ἀναβοάσομαι τὸν εὔπαιδα καὶ
μέγα βροτοῖσι φέγγος Ἀσκληπιόν.
640
Γυνή
τίς ἡ βοή ποτʼ ἐστίν; ἆρʼ ἀγγέλλεται
χρηστόν τι; τοῦτο γὰρ ποθοῦσʼ ἐγὼ πάλαι
ἔνδον κάθημαι περιμένουσα τουτονί.
Καρίων
ταχέως ταχέως φέρʼ οἶνον ὦ δέσποινʼ, ἵνα
καὐτὴ πίῃς· φιλεῖς δὲ δρῶσʼ αὐτὸ σφόδρα·
645
ὡς ἀγαθὰ συλλήβδην ἅπαντά σοι φέρω.